Ancient Greek · ~4 min
26.12 to 26.19
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 26.12-19
Not analysed yet
βρόχους δὲ ἀπὸ τῶν βάρεων ἐς τῶν βοῶν τοὺς αὐχένας ἀρτήσαντες ἕλκουσιν αὐτὰς ὥσπερ ἁμάξας ἄχρι ἐς Ῥώμην. ἑτέρωθι δὲ τοῦ ποταμοῦ ἐκ πόλεως Ὀστίας ἐς Ῥώμην ἰόντι ὑλώδης τε ἡ ὁδός ἐστι καὶ ἄλλως ἀπημελημένη καὶ οὐδὲ τῆς τοῦ Τιβέριδος ἠϊόνος ἐγγύς, ἅτε τῆς τῶν βάρεων ἀνολκῆς ἐνταῦθα οὐκ οὔσης. Ἀφύλακτον οὖν τὴν πρὸς τῷ λιμένι πόλιν εὑρόντες οἱ Γότθοι αὐτήν τε αὐτοβοεὶ εἷλον καὶ Ῥωμαίων τῶν ταύτῃ ᾠκημένων πολλοὺς ἔκτειναν, καὶ τὸν λιμένα ξὺν αὐτῇ ἔσχον. χιλίους τε σφῶν ἐνταῦθα φρουροὺς καταστησάμενοι ἐς τὰ στρατόπεδα οἱ λοιποὶ ἀνεχώρησαν. καὶ ἀπ’ αὐτοῦ τοῖς πολιορκουμένοις τὰ ἐκ θαλάσσης ἐσκομίζεσθαι ἀδύνατα ἦν, ὅτι μὴ διὰ τῆς Ὀστίας πόνῳ τε, ὡς τὸ εἰκός, καὶ κινδύνῳ μεγάλῳ. οὐδὲ γὰρ καταίρειν ἐνταῦθα Ῥωμαίων νῆες τὸ λοιπὸν εἶχον, ἀλλ’ ἐν τῷ Ἀνθίῳ ὡρμίζοντο, ἡμέρας ὁδῷ τῆς Ὀστίας ἀπέχοντι. ἐνθένδε τε τὰ φορτία αἰρόμενοι ἐκόμιζον μόλις· αἴτιον δὲ ἡ ὀλιγανθρωπία ἐγίνετο. Βελισάριος γὰρ περὶ τῷ Ῥώμης περιβόλῳ δείσας τὸν λιμένα κρατύνασθαι οὐδεμιᾷ φυλακῇ ἴσχυσεν. οἶμαι γὰρ ἂν εἰ καὶ τριακόσιοι ἐνταῦθα ἐφύλασσον, οὔ ποτε τοὺς βαρβάρους ἀποπειρᾶσθαι τοῦ χωρίου, ἐχυροῦ ἐς τὰ μάλιστα ὄντος.