Ancient Greek · ~7 min
27.1 to 27.10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 27.1-3-10
Not analysed yet
Ταῦτα μὲν οὖν, ἐπειδὴ τειχομαχοῦντες ἀπεκρούσθησαν, τρίτῃ ἡμέρᾳ οἱ Γότθοι ἔδρασαν. ἡμέραις δὲ ὕστερον εἴκοσιν ἢ ὁ Πόρτος ἥ τε πόλις καὶ ὁ λιμὴν ἑάλω, Μαρτῖνός τε καὶ Βαλεριανὸς ἧκον, ἑξακοσίους τε καὶ χιλίους στρατιώτας ἱππεῖς ἐπαγομένω. καὶ αὐτῶν οἱ πλεῖστοι Οὖννοί τε ἦσαν καὶ Σκλαβηνοὶ καὶ Ἄνται, οἳ ὑπὲρ ποταμὸν Ἴστρον οὐ μακρὰν τῆς ἐκείνῃ ὄχθης ἵδρυνται. Βελισάριος δὲ ἥσθη τε αὐτῶν τῇ παρουσίᾳ καὶ πολεμητέα σφίσιν ἐπὶ τοὺς πολεμίους εἶναι τὸ λοιπὸν ᾤετο. τῇ γοῦν ὑστεραίᾳ τῶν δορυφόρων τῶν αὑτοῦ ἕνα, θυμοειδῆ τε καὶ δραστήριον, Τραϊανὸν ὄνομα, τῶν ὑπασπιστῶν διακοσίους ἱππέας λαβόντα, ἐκέλευεν εὐθὺ τῶν βαρβάρων ἰέναι, καὶ ἐπειδὰν τῶν χαρακωμάτων ἐγγυτέρω ἵκωνται, ἀναβάντας ἐπὶ λόφου ὑψηλοῦ ἡσυχάζειν, δείξας τι χωρίον αὐτῷ. ἢν δὲ οἱ πολέμιοι ἐπ’ αὐτοὺς ἴωσιν, ἐκ χειρὸς μὲν τὴν μάχην οὐκ ἐᾶν γενέσθαι, οὐδὲ ξίφους ἢ δορατίου τινὸς ἅπτεσθαι, χρῆσθαι δὲ μόνοις τοξεύμασιν, ἡνίκα τέ οἱ τὴν φαρέτραν οὐδὲν ἐντὸς ἔχουσαν ἴδῃ, φεύγειν τε κατὰ κράτος οὐδὲν αἰδεσθέντα καὶ ἐς τὸν περίβολον ἀναχωρεῖν δρόμῳ. ταῦτα ἐπιστείλας, τῶν τε τοξευμάτων τὰς μηχανὰς καὶ τοὺς ἀμφὶ ταύταις τεχνίτας ἐν παρασκευῇ εἶχε. Τραϊανὸς δὲ ξὺν τοῖς διακοσίοις ἐκ πύλης Σαλαρίας ᾔει ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον. καὶ οἱ μέν. καταπεπληγμένοι τῷ αἰφνιδίῳ, ἐβοήθουν ἐκ τῶν χαρακωμάτων, ὡς ἑκάστῳ ἐκ τῶν δυνατῶν ἐσκευάσθαι τετύχηκεν. οἱ δὲ ἀμφὶ Τραϊανὸν ἀναβάντες ἐπὶ τοῦ λόφου ὅνπερ αὐτοῖς Βελισάριος ἔδειξεν, ἐνθένδε τοὺς βαρβάρους ἠμύνοντο βάλλοντες. καὶ αὐτῶν τοὺς ἀτράκτους ἅτε ἐς πολὺν ἐμπίπτοντας ὅμιλον ἀνθρώπου ἢ ἵππου ἐπὶ πλεῖστον ἐπιτυγχάνειν ξυνέβαινεν. ἐπεὶ δὲ ἅπαντα σφᾶς τὰ βέλη ἤδη ἐπελελοίπει, οἵδε κατὰ τάχος ὀπίσω ἀπήλαυνον, διώκοντές τε οἱ Γότθοι ἐνέκειντο. ὡς δὲ τοῦ περιβόλου ἐγγυτέρω ἵκοντο, τά τε ἐκ τῶν μηχανῶν τοξεύματα οἱ τεχνῖται ἐνήργουν, καὶ τῆς διώξεως οἱ βάρβαροι κατωρρωδηκότες ἀπέσχοντο.