Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 26
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 26.9
Not analysed yet
καὶ πρῶτα μὲν ἐν τῇ μεταύλῳ θύρᾳ τῶν δορυφόρων εὑρόντες ὀλίγους τινὰς εὐθὺς ἔκτειναν. ἔπειτα δὲ καὶ εἰς τὸν ἀνδρῶνα ἐσβάντες τοῦ τυράννου ἥπτοντο· τινὲς δέ φασιν οὐ τοὺς στρατιώτας αὐτὸ πρώτους εἰργάσθαι, ἀλλ’ αὐτῶν ἔτι μελλόντων τε ἐν τῇ μεταύλῳ καὶ κατωρρωδηκότων τὸν κίνδυνον, τῶν τινα ἀλλαντοπωλῶν ξὺν αὐτοῖς ὄντα ἐσπηδῆσαί τε ξὺν τῇ κοπίδι καὶ τῷ Ἰωάννῃ ἐντυχόντα ἀπροσδοκήτως παῖσαι.