Ancient Greek · ~7 min
27.1 to 27.8
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 27.1-8
Not analysed yet
Ἐν τούτῳ δὲ Ῥωμαῖοι ἐποίουν τοιάδε. διώρυχα ἐκ τῆς πόλεως ἔνερθεν τῶν πολεμίων τοῦ χώματος ἐργασάμενοι ἐκέλευον τοὺς ὀρύσσοντας μὴ μεθίεσθαι τοῦ ἔργου τούτου, ἕως ὑπὸ τὸν λόφον γένωνται μέσον. ταύτῃ γὰρ καῦσαι τὸ χῶμα τοῦτο διενοοῦντο. προϊούσης δὲ τῆς διώρυχος κατὰ τὸν λόφον μάλιστα μέσον πάταγός τις ἐς τῶν Περσῶν τοὺς ὕπερθεν ἑστῶτας ἦλθεν. αἰσθόμενοί τε τοῦ ποιουμένου καὶ αὐτοὶ ἄνωθεν ἀρξάμενοι ἐφ’ ἑκάτερα τοῦ μέσου ὤρυσσον, ὅπως λάβοιεν τοὺς ἐκείνῃ κακουργοῦντας Ῥωμαίους. ὃ δὴ γνόντες Ῥωμαῖοι τούτου μὲν ἀπέσχοντο, χοῦν ἐπὶ τὸν κενωθέντα χῶρον ἐπιβαλόντες, ἐκ δὲ ἄκρου χώματος κάτωθεν, ὃ πρὸς τῷ τείχει ἐτύγχανεν ὄν, ξύλα τε καὶ λίθους καὶ χοῦν ἐκφορήσαντες καθάπερ οἰκίσκου σχῆμα εἰργάσαντο, πρέμνα τε δένδρων τῶν ῥᾷστα καιομένων ξηρὰ ἐνταῦθα ἐσέβαλλον, ἐλαίῳ τε καταβεβρεγμένα τῷ ἐκ κέδρου πεποιημένῳ καὶ θείῳ τε καὶ ἀσφάλτῳ πολλῇ. καὶ οἱ μὲν ταῦτα ἐν παρασκευῇ εἶχον, οἱ δὲ Περσῶν ἄρχοντες πολλάκις ἐντυχόντες Μαρτίνῳ τοιαῦτα μὲν οἷά πέρ μοι εἴρηται διελέχθησαν, δόκησιν παρεχόμενοι ὡς τοὺς ἀμφὶ τῇ εἰρήνῃ ἐνδέξονται λόγους. ἐπεὶ δὲ ὁ λόφος αὐτοῖς ἐτετέλεστο ἤδη, καὶ πλησιάζων μὲν τῷ περιβόλῳ τῆς πόλεως, ὕψει δὲ αὐτὸν πολλῷ ὑπεραίρων ἐπὶ μέγα ἐπῆρτο, Μαρτῖνον μὲν ἀπεπέμψαντο διαρρήδην ἀπειπόντες τὴν ξύμβασιν, ἔργου δὲ ἔχεσθαι τὸ λοιπὸν ἔμελλον. Διὸ δὴ Ῥωμαῖοι τῶν δένδρων τὰ πρέμνα εὐθὺς ἔκαυσαν ἅπερ ἐς τοῦτο ἡτοίμαστο. τοῦ δὲ πυρὸς μοῖραν μὲν τοῦ χώματός τινα καύσαντος, οὔπω δὲ διὰ παντὸς ἐξικνεῖσθαι ἰσχύσαντος, τὰ ξύλα δεδαπανῆσθαι πάντα ἔτυχεν. ἀεὶ γὰρ ἐσέβαλον ἐς τὴν διώρυχα ξύλα ἕτερα, οὐδένα ἀνιέντες καιρόν. ἤδη δὲ τοῦ πυρὸς ἅπαν ἐνεργοῦντος τὸ χῶμα, καπνός τις ὕπερθεν πανταχῆ τοῦ λόφου ἐφαίνετο νύκτωρ, Ῥωμαῖοί τε οὔπω ἐθέλοντες αἴσθησιν τοῦ ποιουμένου Πέρσαις παρέχειν ἐπενόουν τάδε.