Ancient Greek · ~3 min
27.9 to 27.13
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 27.9-13
Not analysed yet
ἀνθράκων τε καὶ πυρὸς ἀγγεῖα μικρὰ ἐμπλησάμενοι, ταῦτά τε καὶ πυρφόρους οἰστοὺς τοῦ χώματος πανταχόσε συχνὰ ἔπεμπον· ἃ δὴ οἱ Πέρσαι, ὅσοι φυλακὴν ἐνταῦθα εἶχον, ξὺν πάσῃ σπουδῇ περιιόντες ἐσβέννυον καὶ ἀπ’ αὐτοῦ φύεσθαι τὸν καπνὸν ᾤοντο. προϊόντος δὲ τοῦ κακοῦ πλήθει μὲν πολλῷ ἐβοήθουν οἱ βάρβαροι, βάλλοντες δὲ αὐτοὺς. ἀπὸ τοῦ περιβόλου Ῥωμαῖοι πολλοὺς ἔκτειναν. οὗ δὴ καὶ Χοσρόης ἀμφὶ ἡλίου ἀνατολὰς ἦλθε, καί οἱ τὸ πλεῖστον τοῦ στρατοῦ εἵπετο, ἔς τε τὸν λόφον ἀναβὰς πρῶτος ἔλαβε τοῦ κακοῦ αἴσθησιν. ἔνερθεν γὰρ ἀπεφήνατο τοῦ καπνοῦ τὸ αἴτιον εἶναι, οὐκ ἀφ’ ὧν ἐσηκόντιζον οἱ πολέμιοι, βοηθεῖν τε κατὰ τάχος ἐκέλευε τὸ στράτευμα ὅλον. καὶ Ῥωμαῖοι θαρσοῦντες ἐς αὐτοὺς ὕβριζον, τῶν δὲ βαρβάρων οἱ μέν τινες χοῦν, οἱ δὲ καὶ ὕδωρ ἐπιβάλλοντες ᾖ ὁ καπνὸς διεφαίνετο, περιέσεσθαι τοῦ δεινοῦ ἤλπιζον, ἀνύειν μέντοι οὐδὲν οὐδαμῆ εἶχον.