Ancient Greek · ~7 min
27.10 to 27.18
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 27.10-18
Not analysed yet
νῆες γὰρ ἐν αἷς ὅ τε Οὐαράζης καὶ οἱ ξὺν αὐτῷ Ἀρμένιοι ἔπλεον, ἄφνω ἐς τὴν ἐκείνῃ ἀκτὴν κατῆραν. ὅπερ ἐπεὶ ὁ Τουτίλας εἶδε, πλείονα ἤπερ ἦν ὑποτοπάζων εἶναι τὸν τῶν πολεμίων στρατὸν ἄρας αὐτίκα ἐνθένδε ἀπήλαυνεν, οἵ τε ἀμφὶ τὸν Βῆρον ἄσμενοι ἐς τὰς ναῦς δρόμῳ ἀφίκοντο. ὅ τε Οὐαράζης πλεῖν μὲν ἐπίπροσθεν οὐκέτι ἔγνω, ἐς δὲ τὸν Τάραντα ξὺν αὐτοῖς ἦλθεν, οὗ δὴ καὶ Ἰωάννης ὁ Βιταλιανοῦ παντὶ τῷ στρατῷ ἀφίκετο οὐ πολλῷ ὕστερον. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε. Βελισαρίῳ δὲ βασιλεὺς ἔγραψεν ὅτι δὴ πολλὴν αὐτῷ στρατιὰν πέμψειεν, οἷσπερ αὐτὸν δεῖν ἐν Καλαβρίᾳ ξυμμίξαντα τοῖς πολεμίοις ὁμόσε ἰέναι. ἤδη δὲ καὶ Βαλεριανὸς ἄγχιστα κόλπου τοῦ Ἰονίου ἥκων διαπορθμεύσασθαι μὲν ᾤετό οἱ ἔν γε τῷ παρόντι ἀξύμφορον εἶναι. στρατιώταις τε γὰρ καὶ ἵπποις ἐς ἐκεῖνο τοῦ καιροῦ τὰ ἐπιτήδεια οὐκ ἂν ἐπαρκέσειν, ἐπεὶ ἀμφὶ τροπὰς χειμερινὰς ἦν. τριακοσίους δὲ τῶν αὐτῷ ἑπομένων Ἰωάννῃ πέμψας ὡμολόγησε διαχειμάσας ἅμα ἦρι ἀρχομένῳ καὶ αὐτὸς ἥξειν. Βελισάριος οὖν ἐπειδὴ τὰ βασιλέως ἀνελέξατο γράμματα, ἐνακοσίους ἀριστίνδην ἀπολεξάμενος, ἱππεῖς μὲν ἑπτακοσίους, πεζοὺς δὲ διακοσίους, τούς τε λοιποὺς ἅπαντας ἐς φυλακὴν τῆς ἐκείνῃ χώρας καταστησάμενος, ἄρχοντά τε αὐτοῖς Κόνωνα ἐπιστήσας ἐπὶ Σικελίας αὐτίκα ἔπλει. ἔνθεν τε ἀνηγάγετο. καταίρειν διανοούμενος ἐς τὸν Ταραντηνῶν λιμένα, ἐν ἀριστερᾷ ἔχων τὸν Σκύλαιον καλούμενον χῶρον, ἐφ’ οὗ δὴ τὴν Σκύλλαν οἱ ποιηταὶ γεγενῆσθαί φασιν, οὐχ ὅτι ταύτῃ πη τὸ θηριῶδες γύναιον, ὥσπερ ἐκεῖνοι λέγουσιν, ἦν, ἀλλ’ ὅτι σκυλάκων μέγα τι χρῆμα, οὕσπερ κυνίσκους τανῦν καλοῦσιν, ἐνταῦθα τοῦ πορθμοῦ ἐκ παλαιοῦ τε καὶ ἐς ἐμὲ ξυμβαίνει εἶναι. τὰ γὰρ ὀνόματα τοῖς πράγμασιν ἀρχὴν μὲν εἰκότα ἐς ἀεὶ γίνεται, ἡ δὲ φήμη αὐτὰ περιαγαγοῦσα ἐς ἄλλους ἀνθρώπους τινὰς δόξας οὐκ ὀρθὰς ἀγνοίᾳ τῶν ἀληθινῶν ἐνταῦθα ποιεῖται.