Ancient Greek · ~2 min
27.19 to 27.20
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 27.19-20
Not analysed yet
καὶ προϊὼν οὕτως ὁ χρόνος ἰσχυρὸς μέν τις δημιουργὸς αὐτίκα τοῦ μύθου καθίσταται, μάρτυρας δὲ τῶν οὐ γεγονότων τοὺς ποιητὰς ἐξουσίᾳ τῆς τέχνης, ὡς τὸ εἰκός, ἑταιρίζεται. ταῦτά τοι ἐκ παλαιοῦ μὲν ὠνόμασαν ἐπιχώριοι Κυνὸς Κεφαλὴν ἄκραν τὴν μίαν Κερκύρας τῆς νήσου ἣ πρὸς ἀνίσχοντα ἥλιόν ἐστιν, ἄλλοι δὲ ἀπ’ αὐτοῦ κυνοκεφάλους τινὰς εἶναι βούλονται τοὺς τῇδε ἀνθρώπους. ἀλλὰ καὶ Λυκοκρανίτας καλοῦσι τῶν Πισιδῶν τινας, οὐχ ὅτι λύκων κεφαλὰς ἔχουσιν, ἀλλ’ ὅτι Λύκου Κράνος τὸ ὄρος ἐκλήθη ὃ ταύτῃ ἀνέχει. ἀλλὰ ταῦτα μὲν ὅπη ἑκάστῳ βουλομένῳ εἴη ταύτῃ δοκείτω τε καὶ λεγέσθω. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.