Ancient Greek · ~7 min
27.11 to 27.21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 27.11-21
Not analysed yet
λέγονται δὲ Γότθοι οὐχ ἧσσον ἢ χίλιοι ἐν τῷ ἔργῳ τούτῳ ἀποθανεῖν. ἡμέραις δὲ ὀλίγαις ὕστερον Βελισάριος Μουνδίλαν τῶν δορυφόρων τῶν αὑτοῦ ἕτερον, καὶ Διογένην, διαφερόντως ἀγαθοὺς τὰ πολέμια, ξὺν ὑπασπισταῖς τριακοσίοις στείλας, ταὐτὸ ποιεῖν τοῖς προτέροις ἐκέλευε. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν. ὑπαντιασάντων δὲ τῶν πολεμίων ξυνηνέχθη αὐτῶν οὐχ ἥσσους, εἰ μὴ καὶ πλείους, ἢ ἐν τῷ προτέρῳ ἔργῳ τρόπῳ τῷ αὐτῷ ἀπολωλέναι. πέμψας δὲ καὶ τρίτον ξὺν ἱππεῦσι τριακοσίοις Ὀΐλαν τὸν δορυφόρον, ἐφ’ ᾧ τὰ ὅμοια τοὺς πολεμίους ἐργάσονται, ταὐτὰ ἔδρασε. τρεῖς τε, καθάπερ μοι ἐρρήθη, ἐπεκδρομὰς ποιησάμενος τῶν ἐναντίων ἀμφὶ τετρακισχιλίους διέφθειρεν. Οὐίττιγις δὲ ʽοὐ γὰρ αὐτὸν εἰσῄει τὸ διαλλάσσον ἐν τοῖς στρατοπέδοις τῆς τε ὁπλίσεως καὶ τῆς ἐς τὰ πολέμια ἔργα μελέτησ̓ ῥᾷστα καὶ αὐτὸς ᾤετο τὰ ἀνήκεστα τοὺς πολεμίους ἐργάσασθαι, ἤν γε στρατῷ ὀλίγῳ ἐπ’ αὐτοὺς τὴν ἔφοδον ποιοίη. ἔπεμψεν οὖν ἱππεῖς πεντακοσίους, ἄγχιστά τε τοῦ περιβόλου ἰέναι κελεύσας, καὶ ὅσα πρὸς ὀλίγων πολλάκις πολεμίων πεπόνθασι, ταῦτα δὴ ἐς ξύμπασαν τὴν ἐκείνων στρατιὰν ἐπιδείξασθαι. καὶ οἱ μὲν ἐν χωρίῳ ὑψηλῷ γενόμενοι τῆς πόλεως οὐ μακρὰν ἄποθεν, ἀλλ’ ὅσον ἔξω βελῶν, ἵσταντο. Βελισάριος δὲ ἄνδρας τε ἀπολέξας χιλίους καὶ Βέσσαν αὐτοῖς ἄρχοντα ἐπιστήσας ὁμόσε χωρεῖν ἐπὶ τοὺς πολεμίους ἐπέστελλεν. οἱ δὲ κύκλωσίν τε τῶν βαρβάρων ποιησάμενοι καὶ κατὰ νώτου ἀεὶ βάλλοντες κτείνουσί τε συχνοὺς καὶ τοὺς λοιποὺς βιασάμενοι κατελθεῖν ἐς τὸ πεδίον ἠνάγκασαν. ἔνθα δὴ τῆς μάχης οὐκ ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐκ χειρὸς γενομένης, τῶν Γότθων οἱ μὲν πολλοὶ διεφθάρησαν, ὀλίγοι δέ τινες μόλις διαφυγόντες εἰς τὸ σφέτερον στρατόπεδον ἀνεχώρησαν. οὓς δὴ ὁ Οὐίττιγις ἅτε τῷ ἀνάνδρῳ ἡσσημένους ἐκάκιζε, καὶ τὸ πάθος ἑτέροις τισὶν ἀνασώσασθαι οὐκ ἐς μακρὰν ὑποσχόμενος, ἐν μὲν τῷ παρόντι ἡσύχαζε, τρισὶ δὲ ὕστερον ἡμέραις ἐκ πάντων τῶν χαρακωμάτων ἄνδρας ἀπολεξάμενος πεντακοσίους ἔργα ἐς τοὺς πολεμίους ἐκέλευεν ἐπιδείξασθαι ἀρετῆς ἄξια.