Ancient Greek · ~7 min
27.15 to 27.27
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 27.15-27
Not analysed yet
ὁ δὲ καπνὸς ἀμφὶ δείλην ὀψίαν τοσοῦτος ἐγίνετο ὥστε καὶ τοῖς Καρρηνοῖς καὶ ἄλλοις τισὶ πολλῷ ἐπέκεινα ᾠκημένοις ἔνδηλος εἶναι. Περσῶν δὲ καὶ Ῥωμαίων πολλῶν ὕπερθεν ἀναβεβηκότων τοῦ χώματος, μάχης τε καὶ ὠθισμοῦ ἐνταῦθα ξυστάντος, ἐνίκων Ῥωμαῖοι. τότε καὶ ἡ φλὸξ λαμπρῶς ἐκδοθεῖσα ὑπὲρ τὸ χῶμα ἐφαίνετο, Πέρσαι δὲ τοῦ μὲν ἔργου τούτου ἀπέσχοντο. Ἕκτῃ δὲ ἀπὸ ταύτης ἡμέρᾳ, ὄρθρου βαθέος, μοίρᾳ τινὶ τοῦ περιβόλου λάθρα ἐπέσκηψαν κλίμακας ἔχοντες, οὗ δὴ τὸ φρούριον ἐπωνόμασται. τῶν δὲ φυλακὴν ἐνταῦθα ἐχόντων Ῥωμαίων πρᾷόν τινα καθευδόντων ὕπνον, ἅτε τῆς νυκτὸς πρὸς πέρας ἰούσης, ἡσυχῆ τὰς κλίμακας τῷ τείχει ἐρείσαντες ἀνέβαινον ἤδη. τῶν δέ τις ἀγροίκων μόνος ἐγρηγορὼς ἐν Ῥωμαίοις ἅπασιν ἔτυχεν, ὃς δὴ ξὺν βοῇ τε καὶ θορύβῳ πολλῷ ἅπαντας ἤγειρε. καὶ μάχης καρτερᾶς γενομένης ἡσσῶνται Πέρσαι, ἔς τε τὸ στρατόπεδον ἀνεχώρησαν, αὐτοῦ λιπόντες τὰς κλίμακας, ἅσπερ κατ’ ἐξουσίαν Ῥωμαῖοι ἀνεῖλκον. Χοσρόης δὲ ἀμφὶ ἡμέραν μέσην πολλήν τινα τοῦ στρατοῦ μοῖραν ἐπὶ τὴν μεγάλην καλουμένην πύλην ὡς τειχομαχήσοντας ἔπεμψεν. οἶς δὴ Ῥωμαῖοι ὑπαντιάσαντες οὐ στρατιῶται μόνον, ἀλλὰ καὶ ἀγροῖκοι καὶ τοῦ δήμου τινὲς καὶ μάχῃ νικήσαντες παρὰ πολὺ τοὺς βαρβάρους ἐτρέψαντο. ἔτι τε Περσῶν διωκομένων Παῦλος ἑρμηνεὺς παρὰ Χοσρόου ἥκων ἐς μέσους Ῥωμαίους ἀπήγγελλε Ῥεκινάριον ἐπὶ τῇ εἰρήνῃ ἐκ Βυζαντίου ἥκειν, οὕτω τε ἀμφότεροι διελύθησαν. ἤδη δέ τισι πρότερον ἡμέραις ὁ Ῥεκινάριος ἐς τὸ τῶν βαρβάρων στρατόπεδον ἀφῖκτο. ἀλλὰ τοῦτο ἐς Ῥωμαίους ὡς ἥκιστα ἐξήνεγκαν Πέρσαι, καραδοκοῦντες δηλονότι τὴν ἐς τὸ τεῖχος ἐπιβουλήν, ὅπως, ἢν μὲν αὐτὸ ἐξελεῖν δύνωνται, μηδαμῆ ἐς τὰς σπονδὰς παρανομεῖν δόξωσιν, ἡσσηθέντες δέ, ὅπερ ἐγένετο, τὰ ἐς τὴν ξύμβασιν, Ῥωμαίων προκαλουμένων πρὸς αὐτάς, θήσονται. ἐπεὶ δὲ Ῥεκινάριος ἐγένετο εἴσω πυλῶν, Πέρσαι μὲν ἠξίουν τοὺς τὴν εἰρήνην διοικησομένους παρὰ · Χοσρόην αὐτίκα δὴ μάλα ἰέναι, Ῥωμαῖοι δὲ σταλήσεσθαι πρέσβεις ἡμέραις τρισὶν ὕστερον ἔφασαν· τανῦν γὰρ σφίσι κακῶς τοῦ σώματος Μαρτῖνον τὸν στρατηγὸν ἔχειν.