Ancient Greek · ~7 min
27.28 to 27.39
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 27.28-39
Not analysed yet
Εἶναί τε ὑποτοπάζων οὐχ ὑγιᾶ τὸν λόγον Χοσρόης τὰ ἐς τὴν παράταξιν ἐξηρτύετο. καὶ τότε μὲν πλίνθων πάμπολύ τι χρῆμα ἐπὶ τὸ χῶμα ἐπέβαλε, δυοῖν δὲ ὕστερον ἡμέραιν παντὶ τῷ στρατῷ ὡς τειχομαχήσων ἐπὶ τὸν τῆς πόλεως περίβολον ἦλθεν. ἔν τε πύλῃ ἑκάστῃ τῶν τινας ἀρχόντων καὶ μέρος τι τοῦ στρατεύματος καταστησάμενος ἅπαν τε τὸ τεῖχος ταύτῃ περιβαλὼν κλίμακάς τε αὐτῷ καὶ μηχανὰς προσῆγεν. ὄπισθεν δὲ τοὺς Σαρακηνοὺς ἅπαντας ξὺν τῶν Περσῶν τισιν ἔταξεν, οὐκ ἐφ’ ᾧ τῷ περιβόλῳ προσβάλωσιν, ἀλλ’ ὅπως ἁλισκομένης τῆς πόλεως αὐτοὶ τοὺς φεύγοντας σαγηνεύσαντες λάβωσι. τοιαύτῃ μὲν γνώμῃ τὸ στράτευμα ὁ Χοσρόης οὕτω διέταξε. τῆς δὲ μάχης πρωὶ ἀρξαμένης κατ’ ἀρχὰς μὲν τὰ Περσῶν καθυπέρτερα ἦν. πολλοὶ γὰρ πρὸς λίαν ὀλίγους ἐμάχοντο, ἐπεὶ τῶν Ῥωμαίων οἱ πλεῖστοι ἀνήκοοί τε τῶν ποιουμένων καὶ ἀπαράσκευοι παντάπασιν ἦσαν. προϊούσης δὲ τῆς ξυμβολῆς θορύβων τε καὶ ταραχῆς ἔμπλεως ἡ πόλις ἐγίνετο, καὶ ξύμπαντες ἤδη αὐταῖς γυναιξὶ καὶ παιδαρίοις ἐπὶ τὸ τεῖχος ἀνέβαινον. οἱ μὲν οὖν ἐν ἡλικίᾳ ξὺν τοῖς στρατιώταις καρτερώτατα τοὺς πολεμίους ἠμύνοντο, καὶ τῶν ἀγροίκων πολλοὶ ἐς τοὺς βαρβάρους ἔργα θαυμαστὰ ἐπεδείκνυντο. παῖδες δὲ καὶ γυναῖκες ξὺν τοῖς γεγηρακόσι λίθους τε τοῖς μαχομένοις ξυνέλεγον καὶ τἄλλα ὑπούργουν. τινὲς δὲ καὶ λέβητας ἐλαίου πολλοὺς ἐμπλησάμενοι πυρί τε αὐτοὺς πανταχῆ τοῦ τείχους ἐς διαρκῆ θερμήναντες χρόνον καὶ ζέον ὑπεράγαν τὸ ἔλαιον περιρραντηρίοις τισὶν ἐπιχέοντες ἔτι μᾶλλον τοὺς πολεμίους τοὺς τῷ περιβόλῳ προσιόντας ἐλύπουν. ἤδη μὲν οὖν ἀπειπόντες οἱ Πέρσαι τὰ ὅπλα ἐρρίπτουν, τῷ τε βασιλεῖ ἐς ὄψιν ἐλθόντες πρὸς τὸν πόνον ἀντέχειν οὐκέτι ἔφασκον οἷοί τε εἶναι. θυμῷ δὲ πολλῷ ὁ Χοσρόης ἐχόμενος καὶ ξὺν ἀπειλῇ ἐγκελευόμενος ἅπασιν ἐπὶ τοὺς πολεμίους ἐνῆγεν. οἱ δὲ κραυγῇ καὶ θορύβῳ πολλῷ τούς τε πύργους καὶ τὰς ἄλλας μηχανὰς τῷ τείχει προσῆγον καὶ τὰς κλίμακας ἐπετίθεντο, ὡς τὴν πόλιν αὐτοβοεὶ ἐξαιρήσοντες.