Ancient Greek · ~7 min
27.21 to 27.36
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 27.21-36
Not analysed yet
ἔπρασσε δὲ ταῦτα ὁ Γόνθαρις Πασιφίλῳ ἀναπεισθείς, ἀνδρὶ γεγονότι μὲν τῶν ἐν Βυζακίῳ στασιωτῶν πρώτῳ, ξυναραμένῳ δὲ αὐτῷ μάλιστα ἐς τὴν τῆς τυραννίδος ἐπίθεσιν. ἰσχυρίζετο γὰρ ὁ Πασίφιλος, ἢν ταῦτα ποιοίη, ξυνοικιεῖν τε αὐτῷ βασιλέα τὴν κόρην καὶ προῖκα κατὰ τὸ ξυγγενὲς ἐπιδώσειν χρημάτων μεγάλων. Ἀρταβάνην τε τῷ στρατῷ ἐξηγεῖσθαι ἐπί τε Ἀντάλαν καὶ Μαυρουσίους τοὺς ἐν Βυζακίῳ ἐκέλευε. Κουτζίνας γάρ, ἅτε τῷ Ἀντάλᾳ προσκεκρουκώς, ἀπέστη τε αὐτοῦ ἐκ τοῦ ἐμφανοῦς καὶ Γονθάριδι προσεχώρησεν· ᾧ δὴ τόν τε παῖδα καὶ τὴν μητέρα ἐν ὁμήρων λόγῳ παρέσχετο. τὸ μὲν οὖν στράτευμα ἡγουμένου Ἀρταβάνου εὐθὺς ἐπὶ τὸν Ἀντάλαν ἐχώρει. ξυνῆν δὲ αὐτῷ καὶ Ἰωάννης, ὁ τῶν Στότζα στασιωτῶν ἄρχων, καὶ Οὐλίθεος ὁ δορυφόρος· εἵποντο δὲ καὶ Μαυρούσιοι, ὧν Κουτζίνας ἦρχε. πόλιν τε Ἀδραμητὸν διαμείψαντες καταλαμβάνουσι τοὺς ἐναντίους ἐνταῦθά πη ὄντας, καὶ στρατοπεδευσάμενοι ὀλίγῳ ἄποθεν τῶν πολεμίων ηὐλίσαντο. τῇ δὲ ὑστεραίᾳ Ἰωάννης μὲν καὶ Οὐλίθεος, μοῖράν τινα τοῦ στρατοῦ ἔχοντες, αὐτοῦ ἔμειναν, Ἀρταβάνης δὲ καὶ Κουτζίνας ἐπῆγον ἐπὶ τοὺς ἐναντίους τὸ στράτευμα. οὓς δὴ οὐ ξυνενεγκόντες οἱ ξὺν τῷ Ἀντάλᾳ Μαυρούσιοι ἐς φυγὴν ὥρμηντο. ἀλλ’ ἐθελοκακήσας Ἀρταβάνης ἐκ τοῦ αἰφνιδίου στρέψας τε τὸ σημεῖον ὀπίσω ἀπήλαυνε. διὸ δὴ Οὐλίθεος αὐτὸν ἐς τὸ στρατόπεδον ἥκοντα κτείνειν διενοεῖτο. παραιτούμενος δὲ Ἀρταβάνης ἔφασκε δεῖσαι μὴ Μαρκέντιος ἐξ Ἀδραμητοῦ πόλεως ἐπιβοηθήσας τοῖς ἐναντίοις, ὅπη ἐνταῦθα ἐτύγχανεν ὤν, ἀνήκεστα σφᾶς ἔργα ἐργάσηται· ἀλλὰ Γόνθαριν χρῆναι παντὶ τῷ στρατῷ ἐπὶ τοὺς πολεμίους ἰέναι. καὶ τὰ μὲν πρῶτα ἐβουλεύετο ἐς Ἀδραμητὸν ἰὼν ξὺν τοῖς ἑπομένοις τῷ βασιλέως στρατῷ ἀναμίγνυσθαι. ἄμεινον δέ οἱ πολλὰ διαλογισαμένῳ ἔδοξεν εἶναι Γόνθαριν ἐξ ἀνθρώπων ἀφανίσαντι βασιλέα τε καὶ Λιβύην πραγμάτων ἀπαλλάξαι δυσκόλων. ἀναστρέψας οὖν ἐς Καρχηδόνα τῷ τυράννῳ ἀπήγγελλεν ὅτι δὴ στρατεύματος αὐτῷ πλείονος ἐπὶ τοὺς πολεμίους δεήσει. ὁ δὲ Πασιφίλῳ κοινολογησάμενος ἅπαντα μὲν ἐξοπλίσαι τὸν στρατὸν ἤθελεν, αὐτὸς δὲ φυλακὴν ἐν Καρχηδόνι καταστησάμενος ἐπὶ τοὺς πολεμίους τῷ στρατῷ ἐξηγήσασθαι.