Ancient Greek · ~1 min
27.37 to 27.38
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 27.37-38
Not analysed yet
πολλοὺς μὲν οὖν ἐς ἡμέραν ἑκάστην ἀνῄρει ἐς οὓς ὑποψίᾳ τινὶ καὶ λόγον οὐκ ἐχούσῃ ἐχρῆτο. τῷ δὲ Πασιφίλῳ ἐπέστελλεν, ὃν δὴ καταστήσεσθαι ἐπὶ Καρχηδόνος φυλακῇ ἔμελλε, τοὺς Γραικοὺς ἅπαντας οὐδὲν ὑπολογισαμένῳ κτεῖναι.