Ancient Greek · ~7 min
28.1 to 28.12
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 28.1-12
Not analysed yet
Ὑπὸ τὸν χρόνον τοῦτον Ῥωμαίων τετελευτήκασι στρατηγοὶ δύο, Ἰοῦστός τε ὁ βασιλέως ἀνεψιὸς καὶ Περάνιος ὁ Ἴβηρ, Ἰοῦστος μὲν νόσῳ διαφθαρείς, Περανίῳ δὲ συνέβη ἐν κυνηγεσίῳ τοῦ ἵππου ἐκπεπτωκότι διαρραγῆναι. διὸ δὴ ἀντ’ αὐτῶν βασιλεὺς ἑτέρους καταστησάμενος ἔπεμψε Μάρκελλόν τε, τὸν ἀδελφιδοῦν τὸν αὑτοῦ ἄρτι γενειάσκοντα, καὶ Κωνσταντιανόν, ὃς δὴ ὀλίγῳ πρότερον ἅμα Σεργίῳ παρὰ Χοσρόην πρεσβεύων ἐστάλη. ἔπειτα δὲ Ἰουστινιανὸς βασιλεὺς πρέσβεις παρὰ Χοσρόην ἐπὶ τῇ ξυμβάσει Κωνσταντιανόν τε καὶ Σέργιον ἔπεμψεν. οἱ δὲ αὐτὸν καταλαμβάνουσιν ἐν Ἀσσυρίοις, οὗ δὴ πολίσματα δύο Σελεύκειά τε καὶ Κτησιφῶν ἐστι, Μακεδόνων αὐτὰ δειμαμένων οἳ μετὰ τὸν Φιλίππου Ἀλέξανδρον Περσῶν τε ἦρξαν καὶ τῶν ταύτῃ ἐθνῶν. ἄμφω δὲ ταῦτα Τίγρης ποταμὸς διορίζει· οὐ γὰρ ἄλλην χώραν μεταξὺ ἔχουσιν. ἐνταῦθα ἐντυχόντες Χοσρόῃ οἱ πρέσβεις ἠξίουν μὲν τὰ ἐπὶ τῆς Λαζικῆς χωρία Ῥωμαίοις ἀποδοῦναι, βεβαιότατα δὲ πρὸς αὐτοὺς τὰ ἀμφὶ τῇ εἰρήνῃ κρατύνασθαι. Χοσρόης δὲ οὐ ῥᾴδιον αὐτοὺς ἔφασκεν εἶναι ἀλλήλοις ξυμβῆναι, ἢν μή τινα ἐκεχειρίαν θέμενοι πρότερον οὕτω τε ἀδεέστερον ἀεὶ ἐς ἀλλήλους φοιτῶντες τά τε διάφορα διαλύσουσι καὶ τὰ τῆς εἰρήνης ἐν τῷ ἀσφαλεῖ τὸ λοιπὸν θήσονται. χρῆναι δὲ ὑπὲρ τῆς ἀεὶ ἐκεχειρίας χρήματά τέ οἱ τὸν Ῥωμαίων αὐτοκράτορα δοῦναι καί τινα Τριβοῦνον ὄνομα ἰατρὸν πέμψαι, ἐφ’ ᾧ οἱ ξυνδιατρίψει τακτόν τινα χρόνον. ἐτύγχανε γὰρ ὁ ἰατρὸς οὗτος νόσου τε αὐτὸν ἀπαλλάξας χαλεπῆς πρότερον καὶ ἀπ’ αὐτοῦ φίλος τε καὶ ποθεινὸς ἐς τὰ μάλιστα ὤν. ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, τόν τε Τριβοῦνον καὶ τὰ χρήματα εὐθὺς ἔπεμψε ξυνιόντα ἐς κεντηνάρια εἴκοσιν. οὕτω τε αἱ σπονδαὶ γεγόνασι Ῥωμαίοις τε καὶ Πέρσαις ἐς ἐνιαυτοὺς πέντε, δέκατόν τε καὶ ἔνατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος. Ὀλίγῳ δὲ ὕστερον Ἀρέθας τε καὶ Ἀλαμούνδαρος, οἱ τῶν Σαρακῃνῶν ἄρχοντες, πόλεμον πρὸς ἀλλήλους κατὰ μόνας διέφερον, οὔτε Ῥωμαίων οὔτε Περσῶν ἀμυνόντων σφίσι.