Ancient Greek · ~6 min
27.40 to 27.46
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 27.40-46
Not analysed yet
τῶν δὲ Ῥωμαίων συχνά τε βαλλόντων καὶ παντὶ σθένει ἀμυνομένων, τρέπονται μὲν κατὰ κράτος οἱ βάρβαροι, ἀναχωροῦντα δὲ τὸν Χοσρόην ἐτώθαζον Ῥωμαῖοι, ἐς τειχομαχίαν παρακαλοῦντες. μόνος δὲ Ἀζαρέθης ἀμφὶ πύλας τὰς Σοΐνας καλουμένας ξὺν τοῖς ἑπομένοις ἐμάχετο, οὗ δὴ Τριπυργίαν καλοῦσι τὸν χῶρον. Τῶν δὲ ταύτῃ Ῥωμαίων οὐκ ὄντων σφίσιν ἀξιομάχων, ἀλλὰ καὶ πρὸς τὰς προσβολὰς ἀπειπόντων, ἤδη τὸ ἐκτὸς τεῖχος, ὃ δὴ καλοῦσι προτείχισμα, πολλαχῆ διελόντες οἱ βάρβαροι ἰσχυρότατα τοῖς ἐκ τοῦ μεγάλου περιβόλου ἀμυνομένοις ἐνέκειντο, ἕως αὐτοῖς Περάνιος ξύν τε στρατιώταις πολλοῖς καὶ τῶν Ἐδεσσηνῶν τισιν ἐπεξῆλθε μάχῃ τε νικήσας ἐξήλασε. καὶ ἡ τειχομαχία πρωὶ ἀρξαμένη ἐτελεύτα εἰς δείλην ὀψίαν, ἀμφότεροί τε τὴν νύκτα ἐκείνην ἡσυχῆ ἔμενον, Πέρσαι μὲν περί τε τοῖς χαρακώμασι δεδιότες καὶ σφίσιν αὐτοῖς, Ῥωμαῖοι δὲ λίθους τε ξυλλέγοντες ἐς τὰς ἐπάλξεις καὶ τἄλλα ἐν παρασκευῇ τῇ πάσῃ ποιούμενοι, ὡς τῇ ὑστεραίᾳ μαχούμενοι τοῖς πολεμίοις ἐπὶ τὸ τεῖχος προσβαλοῦσιν. ἡμέρᾳ μὲν οὖν τῇ ἐπιγινομένῃ τῶν βαρβάρων οὐδεὶς ἐπὶ τὸν περίβολον ἦλθε, τῇ δὲ μετ’ ἐκείνην μοῖρα μὲν τοῦ στρατοῦ Χοσρόου ἐγκελευομένου ταῖς Βαρλαοῦ καλουμέναις πύλαις ἐπέσκηψεν, ὑπαντιασάντων δὲ Ῥωμαίων αὐτοῖς ἡσσήθησάν τε παρὰ πολὺ τῇ μάχῃ καὶ δι’ ὀλίγου ἐς τὸ στρατόπεδον ἀνεχώρησαν. καὶ τότε Παῦλος ὁ Περσῶν ἑρμηνεὺς παρὰ τὸ τεῖχος ἥκων Μαρτῖνον ἐκάλει, ἐφ’ ᾧ τὰ ἐς τὴν ξύμβασιν διοικήσηται. οὕτω τε Μαρτίνου τοῖς Περσῶν ἄρχουσιν ἐς λόγους ἐλθόντος ξυνέβησαν, καὶ πέντε κεντηνάρια πρὸς τῶν Ἐδεσσηνῶν ὁ Χοσρόης λαβὼν ἐν γράμμασιν αὐτοῖς τὴν ὁμολογίαν ἀπέλιπε τοῦ μηδὲν Ῥωμαίοις περαιτέρω λυμήνασθαι, τά τε χαρακώματα πάντα ἐμπρήσας ἐπ’ οἴκου ἀνεχώρησε παντὶ τῷ στρατῷ.