Ancient Greek · ~7 min
28.16 to 28.28
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 28.16-28
Not analysed yet
ἀλλ’ αὐτὸν ὁ Γρηγόριος διεκώλυσεν ἔτι τὸν Γόνθαριν ὅλον εἰπὼν τῇ Ἀρμενίων φωνῇ ἐν αὑτῷ εἶναι, οὔπω ἐκπεπωκότα τοῦ οἴνου τι μέγα. ἀνοιμώξας τοίνυν Ἀρτασίρης, “Ὦ ἄνθρωπε,” εἶπεν, “ὡς καλὴν ἔχοντά με ψυχὴν οὐ δέον ἐν τῷ παρόντι κεκώλυκας.” προϊόντος δὲ τοῦ πότου, ἤδη που καταβεβρεγμένος ὁ Γόνθαρις τοῖς δορυφόροις τῶν βρώσεων ἐδίδου, φιλοτιμίᾳ τινὶ χρώμενος. οἳ δὴ ταύτας λαβόντες ἐσθίειν ἤδη τοῦ οἰκήματος ἔξω γενόμενοι ἔμελλον, μόνων ἀπολελειμμένων παρὰ τὸν Γόνθαριν δορυφόρων τριῶν, ὧνπερ Οὐλίθεος εἷς ἐτύγχανεν ὤν. ἐξῄει δὲ καὶ Ἀρτασίρης, ὡς τῶν βρώσεων ξὺν τοῖς ἑτέροις γευσόμενος. ἐνταῦθά τις αὐτῷ γέγονεν ἔννοια μή τί οἱ σπάσασθαι βουλομένῳ τὸν ἀκινάκην ἐμπόδιον εἴη. ἔξω τοίνυν γενόμενος ἔρριψε μὲν λάθρα τοῦ ξίφους τὴν θήκην, γυμνόν τε αὐτὸ ὑπὸ μάλης λαβὼν πρὸς τῆς ἐπωμίδος κεκαλυμμένον παρὰ τὸν Γόνθαριν ἐσεπήδησεν, ὡς κρύφα τι τῶν ἄλλων ἐρῶν. ὅπερ Ἀρταβάνης ἰδὼν τῷ τε θυμῷ ζέων καὶ τῇ τῆς ἀγωνίας ὑπερβολῇ ἐς βαθεῖάν τινα ἐμπεσὼν μέριμναν, κινεῖν τε τὴν κεφαλὴν ἤρξατο καὶ πολλὰς ἀμείβειν τοῦ προσώπου χρόας, ἔνθους τέ τις τῷ μεγέθει τῆς πράξεως γεγενῆσθαι παντελῶς ἔδοξεν. ὅπερ ὁ Πέτρος ἰδὼν ξυνῆκε τὸ ποιούμενον, οὐ μέντοι ἐξήνεγκεν ἐς τῶν ἄλλων τινά, ἐπεὶ αὐτὸν βασιλεῖ εὐνοϊκῶς ἔχοντα λίαν ἤρεσκε τὰ πρασσόμενα. τὸν δὲ Ἀρτασίρην, ἄγχιστά πη τοῦ τυράννου ἐλθόντα, τῶν τις οἰκετῶν ὦσε, μικρόν τε ὄπισθεν ἀποκεχωρηκότος κατενόησε τὸ ξίφος γυμνὸν ἀνέκραγέ τε, “Τί τοῦτο, βέλτιστε” ; λέγων. ὁ μὲν οὖν Γόνθαρις παρὰ τῶν ὤτων τὸ δεξιὸν τὴν χεῖρα ἐπιβαλὼν στρέψας τε τὸ πρόσωπον ἐς αὐτὸν ἔβλεπεν. Ἀρτασίρης δὲ αὐτὸν τῷ ξίφει μεταξὺ ἔπαισε καὶ τοῦ βρέγματος μοῖράν τινα ξὺν τοῖς δακτύλοις ἀπέκοψε. Πέτρος δὲ ἀναβοήσας ἐνεκελεύετο τῷ Ἀρτασίρῃ τὸν ἀνοσιώτατον κτείνειν ἀνθρώπων ἁπάντων.