Ancient Greek · ~7 min
28.29 to 28.40
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 28.29-40
Not analysed yet
ἀναθρώσκοντα δὲ Γόνθαριν Ἀρταβάνης ἰδὼν ʽἐγγύθι γὰρ κατεκλίνετὀ μάχαιραν ἀμφήκη σπασάμενος, ἥ οἱ παρὰ τὸν μηρὸν ἀπεκρέματο μεγάλη τις οὖσα, ἐς τὴν ἀριστερὰν τοῦ τυράννου πλευρὰν ἄχρι ἐς τὴν λαβὴν ξύμπασαν ὤσας ἐνταῦθα μεθῆκε. καὶ ὃς οὐδέν τι ἧσσον ἀναθορεῖν ἐπεχείρησεν, ἅτε δὲ καιρίαν λαβὼν αὐτοῦ ἔπεσεν. ὁ μὲν οὖν Οὐλίθεος τῷ Ἀρτασίρῃ τὸ ξίφος ὡς κατὰ κόρρης κατάξων ἐπήνεγκεν· ὁ δὲ τῆς κεφαλῆς χεῖρα τὴν ἀριστερὰν προβαλλόμενος τῆς ἐννοίας τῆς αὑτοῦ ἐν τοῖς ἀναγκαιοτάτοις ἀπώνατο. τοῦ ξίφους γάρ οἱ τὴν ἀκμὴν ἀποθεμένου ἐν ταῖς ἐπὶ τῆς χειρὸς τῶν βελῶν ἐκτομαῖς, αὐτὸς ἀπαθὴς γεγονὼς ἔκτεινε τὸν Οὐλίθεον οὐδενὶ πόνῳ. Πέτρος δὲ καὶ Ἀρταβάνης, ὁ μὲν τὸ Γονθάριδος ξίφος, ὁ δὲ τὸ τοῦ Οὐλιθέου πεπτωκότος ἁρπάσας, τῶν δορυφόρων τοὺς λειπομένους αὐτοῦ ἔκτειναν. γέγονε τοίνυν, ὡς τὸ εἰκός, κραυγῆς τε καὶ ταραχῆς μέγα τι χρῆμα. αἰσθόμενοί τε ταύτης ὅσοι τῶν Ἀρμενίων παρὰ τοὺς τοῦ τυράννου φύλακας ἵσταντο, τὰς ἀσπίδας εὐθὺς ἀνελόμενοι κατὰ τὰ σφίσι ξυγκείμενα ἐπὶ τὰς στιβάδας ἐχώρουν δρόμῳ, καὶ τούς τε Βανδίλους ξύμπαντας τούς τε Γονθάριδι ἐπιτηδείους ἀνεῖλον, οὐδενὸς σφίσιν ἀντιστατοῦντος. Τότε Ἀρταβάνης τὸν Ἀθανάσιον ἐμαρτύρατο ἐπιμελεῖσθαι τῶν ἐν Παλατίῳ χρημάτων· ὅσα γὰρ Ἀρεοβίνδῳ ἐλέλειπτο ἐνταῦθα εἶναι. ἐπεὶ δὲ οἱ φύλακες τὴν Γονθάριδος τελευτὴν ἔμαθον, ξυνετάσσοντο τοῖς Ἀρμενίοις αὐτίκα πολλοί· τῆς γὰρ Ἀρεοβίνδου οἰκίας οἱ πλεῖστοι ἦσαν. ξυμφρονήσαντες τοίνυν Ἰουστινιανὸν ἀνεβόων καλλίνικον. ἥ τε φωνὴ προϊοῦσα μὲν ἐκ πλήθους ἀνθρώπων, ἐξαισία δὲ ὑπερφυῶς οὖσα ἐς πόλιν ἐξικνεῖσθαι τὴν πολλὴν ἴσχυσεν. ἐνθένδε οἱ τῷ βασιλεῖ εὐνοϊκῶς ἔχοντες ἐσπηδήσαντες ἐς τῶν στασιωτῶν τὰς οἰκίας τοὺς μὲν ὕπνον αἱρουμένους, τοὺς δὲ σιτία, ἐνίους δὲ θαμβήσαντάς τε τῷ δέει καὶ ἀπορίᾳ δεινῇ ἐχομένους εὐθὺς ἔκτειναν. ἐν τοῖς καὶ Πασίφιλος ἦν. Ἰωάννης γὰρ ξὺν Βανδίλων τισὶν ἐς τὸ ἱερὸν καταφεύγει. οἷς δὴ Ἀρταβάνης τὰ πιστὰ παρασχόμενος ἔνθεν τε ἐξαναστήσας ἐς Βυζάντιον ἔπεμψε καὶ τὴν πόλιν βασιλεῖ ἀνασωσάμενος διεφύλαξε.