Ancient Greek · ~5 min
28.23 to 28.28
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 28.23-28
Not analysed yet
Πριγκίπιος δέ τις ἐν τοῖς αὐτοῦ δορυφόροις, ἀνὴρ δόκιμος, Πισίδης γένος, καὶ Ταρμοῦτος Ἴσαυρος, Ἔννου τοῦ Ἰσαύρων ἀρχηγοῦ ἀδελφός, Βελισαρίῳ ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε· “Στρατηγῶν ἄριστε, μήτε τὸ στράτευμά σοι, ὀλίγον τε ὂν καὶ πρὸς μυριάδας βαρβάρων πολλὰς μαχησόμενον, ἀποτέμνεσθαι ἀξίου τῆ πεζῶν φάλαγγος, μήτε χρῆναι τὸ Ῥωμαίων πεζικὸν ὑβρίζεσθαι οἴου, δι’ οὗ τὴν ἀρχὴν τοῖς πάλαι Ῥωμαίοις ἐς τόδε μεγέθους κεχωρηκέναι ἀκούομεν. εἰ γάρ τι οὐκ ἀξιόλογον αὐτοῖς ἐν τῷδε τῷ πολέμῳ εἰργάσθαι ξυμβαίνει, οὐ τῆς τῶν στρατιωτῶν κακίας τεκμήριον τοῦτο, ἀλλ’ οἱ τῶν πεζῶν ἄρχοντες τὴν αἰτίαν φέρεσθαι δίκαιοι, ἵπποις μὲν ἐν τῇ παρατάξει μόνοι ὀχούμενοι, κοινὴν δὲ ἡγεῖσθαι οὐκ ἀξιοῦντες τὴν τοῦ πολέμου τύχην, ἀλλὰ φυγῇ αὐτῶν μόνος ἕκαστος καὶ πρὸ τῆς ἀγωνίας τὰ πολλὰ χρώμενοι. σὺ δὲ πάντας μὲν τοὺς πεζῶν ἄρχοντας, ἱππέας γὰρ ὁρᾷς γεγενημένους ἥκιστά τε ξυντάττεσθαι τοῖς σφῶν ὑπηκόοις ἐθέλοντας, ξὺν τῷ ἄλλῳ τῶν ἱππέων στρατεύματι ἔχων ἐς τὴν ξυμβολὴν τήνδε καθίστασο, ἡμᾶς δὲ τοῖς πεζοῖς ἐς τὴν παράταξιν ἡγεῖσθαι ξυγχώρει. πεζοὶ γὰρ καὶ ἡμεῖς τὸ τῶν βαρβάρων πλῆθος ξὺν αὐτοῖς οἴσομεν, ἐλπίδα ἔχοντες ὅσα ἂν ὁ θεὸς διδῷ τοὺς πολεμίους ἐργάσασθαι.” Ταῦτα ἀκούσας Βελισάριος κατ’ ἀρχὰς μὲν οὐ ξυνεχώρησεν· αὐτὼ γὰρ ἄνδρε μαχίμω ἐς ἄγαν ὄντε ὑπερηγάπα καὶ πεζοὺς ὀλίγους διακινδυνεύειν οὐκ ἤθελε.