Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ, Chapter 28
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 28.29-2
Not analysed yet
τέλος δὲ τῇ τῶν ἀνδρῶν προθυμίᾳ βιαζόμενος ὀλίγους μέν τινας ἔς τε τὰς πύλας καὶ ἄνω ἐς τὰς ἐπάλξεις ξὺν Ῥωμαίων τῷ δήμῳ ἀμφὶ τὰς μηχανὰς εἴασε, τοῖς δὲ ἄλλοις Πριγκίπιόν τε καὶ Ταρμοῦτον ἐπιστήσας ὄπισθεν αὐτοὺς ἵστασθαι ἐν τάξει ἐκέλευεν, ὅπως αὐτοί τε μὴ τὸν κίνδυνον κατορρωδήσαντες τὸ ἄλλο στράτευμα ξυνταράξωσι, καὶ τῶν ἱππέων ἤν τίς ποτε μοῖρα τρέποιτο, μὴ ὡς ἀπωτάτω χωρήσαιεν, ἀλλ’ ἐς τοὺς πεζοὺς καταφεύγοντες τοὺς διώκοντας οἷοί τε ὦσι ξὺν ἐκείνοις ἀμύνεσθαι.