Ancient Greek · ~7 min
28.41 to 28.52
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 28.41-2-52
Not analysed yet
γέγονε δὲ ὁ τοῦ τυράννου φόνος ἕκτῃ καὶ τριακοστῇ ἀπὸ τῆς τυραννίδος ἡμέρᾳ, ἔνατον καὶ δέκατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος. Ἀρταβάνης τε ἐκ τοῦ ἔργου τούτου κλέος περιεβάλετο μέγα ἐς πάντας ἀνθρώπους. καὶ Πρεϊέκτα μὲν εὐθὺς ἡ Ἀρεοβίνδου γυνὴ μεγάλοις αὐτὸν ἐδωρήσατο χρήμασι, βασιλεὺς δὲ στρατηγὸν αὐτὸν κατεστήσατο Λιβύης ἁπάσης. οὐ πολλῷ δὲ ὕστερον Ἀρταβάνης μὲν ἔχρῃζε βασιλέως ὅπως αὐτὸν ἐς Βυζάντιον μεταπέμποιτο, βασιλεὺς δὲ τὴν δέησιν ἐπιτελῆ ἐποιεῖτο. καὶ τὸν Ἀρταβάνην μεταπεμψάμενος, Ἰωάννην τὸν Πάππου ἀδελφὸν Λιβύης στρατηγὸν μόνον αὐτὸν κατεστήσατο. οὗτος Ἰωάννης ἐπεὶ τάχιστα ἐν Λιβύῃ ἐγένετο, Ἀντάλᾳ τε καὶ Μαυρουσίοις τοῖς ἐν Βυζακίῳ ἐς χεῖρας ἐλθὼν καὶ μάχῃ νικήσας τῶν τε πολεμίων πολλοὺς ἔκτεινε καὶ σημεῖα πάντα τὰ Σολόμωνος τούτους δὴ τοὺς βαρβάρους ἀφελόμενος βασιλεῖ ἔπεμψεν, ἅπερ αὐτοὶ ληισάμενοι ἔτυχον ἡνίκα Σολόμων ἐξ ἀνθρώπων ἠφάνιστο. τοὺς δὲ λοιποὺς ὡς ἀπωτάτω ἐξήλασε τῆς Ῥωμαίων ἀρχῆς. χρόνῳ δὲ ὕστερον οἱ Λευάθαι αὖθις στρατῷ μεγάλῳ ἐκ τῶν ἐπὶ Τριπόλεως χωρίων ἐς Βυζάκιον ἀφικόμενοι τοῖς ἀμφὶ τὸν Ἀντάλαν ξυνέμιξαν. οἷσπερ Ἰωάννης ὑπαντιάσας ἡσσηθείς τε τῇ ξυμβολῇ καὶ πολλοὺς τῶν οἱ ἑπομένων ἀποβαλὼν ἐς Λαρίβους φεύγει. καὶ τότε δὴ οἱ πολέμιοι μέχρι ἐς Καρχηδόνα ξύμπαντα καταθέοντες τὰ ἐκείνῃ χωρία ἀνήκεστα ἔργα Λίβυας τοὺς παραπεπτωκότας εἰργάσαντο. οὐ πολλῷ δὲ ὕστερον Ἰωάννης τῶν στρατιωτῶν τοὺς περιγενομένους ἀγείρας καὶ Μαυρουσίους ἄλλους τε καὶ τοὺς ἀμφὶ Κουτζίναν ἐς ξυμμαχίαν ἐπαγαγόμενος τοῖς πολεμίοις ἐς χεῖρας ἦλθε καὶ αὐτοὺς ἐκ τοῦ παραδόξου ἐτρέψατο. Ρωμαῖοί τε αὐτοῖς φεύγουσι κόσμῳ οὐδενὶ ἐπισπόμενοι μοῖραν μὲν αὐτῶν πολλὴν ἔκτεινον, οἱ δὲ λοιποὶ ἐς τῆς Λιβύης τὰς ἐσχατιὰς διέφυγον. οὕτω τε Λιβύων τοῖς περιγενομένοις, ὀλίγοις τε καὶ λίαν πτωχοῖς οὖσιν, ὀψὲ καὶ μόλις ἡσυχίαν τινὰ ξυνηνέχθη γενέσθαι.