Ancient Greek · ~7 min
29.1 to 29.10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 29.1-10
Not analysed yet
Ἔς τε Λαζικὴν πρῶτα μὲν ξύλα παμπληθῆ ἐς νηῶν ποίησιν ἐπιτηδείως ἔχοντα ἔπεμψεν, οὐδενὶ φράσας ἐφ’ ὅτῳ δὴ αὐτὰ πέμψειεν, ἀλλὰ τῷ λόγῳ μηχανὰς ἐν Πέτρας τῷ περιβόλῳ καταστησόμενος ταῦτα ἔστελλεν. ἔπειτα δὲ Περσῶν μαχίμους τριακοσίους ἀπολεξάμενος, Φάβριζόν τε, οὗπερ ἀρτίως ἐπεμνήσθην, αὐτοῖς ἐπιστήσας ἐνταῦθα στέλλει, ᾧ δὴ ἐπήγγελλε Γουβάζην ὡς λαθραιότατα διαχρήσασθαι· τὸ γὰρ ἐνθένδε αὐτῷ μελήσειν. τὰ μὲν οὖν ξύλα ταῦτα ἐπεὶ ἐς Λαζικὴν ἐκομίσθη, κεραυνόβλητα ἐξαπιναίως γενόμενα τετεφρῶσθαι ξυνέβη· Φάβριζος δὲ ξὺν τοῖς τριακοσίοις ἐς Λαζικὴν ἀφικόμενος ἔπρασσεν ὅπως δὴ ἀμφὶ Γουβάζῃ τὰ πρὸς τοῦ Χοσρόου ἐπηγγελμένα ὑποτελοίη. ἐτύγχανε δὲ τῶν τις ἐν Κόλχοις λογίμων, Φαρσάνσης ὄνομα, τῷ Γουβάζῃ προσκεκρουκὼς ἐς μέγα τέ οἱ ἀπ’ αὐτοῦ ἐμπεπτωκὼς ἔχθος καὶ ὡς ἥκιστα θαρσῶν τῷ βασιλεῖ ἐς ὄψιν ἥκειν. ὅπερ ἐπεὶ ὁ Φάβριζος ἔγνω, τὸν Φαρσάνσην μεταπεμψάμενος ἐκοινολογεῖτό τε καὶ τὸν ἅπαντα λόγον ἐξενεγκὼν ἀνεπυνθάνετο τοῦ ἀνθρώπου ὅπη οἱ ἐπιχειρητέα ἐς τὴν πρᾶξιν εἴη. ἔδοξε τοίνυν σφίσιν ἐπὶ κοινῆς βουλευσαμένοις Φάβριζον μὲν ἐν Πέτρᾳ τῇ πόλει γενέσθαι, μεταπέμψασθαι δὲ Γουβάζην ἐνταῦθα, ὅπως οἱ ἀγγέλλοι ὅσα δὴ βασιλεῖ ἀμφὶ τῷ ξυνοίσοντι Λαζοῖς δοκοῦντα εἴη. ἀλλ’ ὁ Φαρσάνσης κρύφα τῷ Γουβάζῃ ἐσήμηνε τὰ πρασσόμενα. διὸ δὴ Γουβάζης παρὰ μὲν Φάβριζον οὐδαμῆ ἦλθεν, ἐκ δὲ τοῦ ἐμφανοῦς ἐς ἀπόστασιν εἶδε. Φάβριζος δὲ Πέρσαις μὲν τοῖς ἄλλοις τοῦ ἐν Πέτρᾳ φυλακτηρίου ἐπιμελεῖσθαι πάσῃ δυνάμει ἐπέστελλε καὶ τὰ ἐς πολιορκίαν ὡς ἀσφαλέστατα ἐξαρτύεσθαι, αὐτὸς δὲ ξὺν τοῖς τριακοσίοις ἐπ’ οἴκου ἄπρακτος ἀνεχώρησε. Γουβάζης δὲ ἀνενεγκὼν ἐς Ἰουστινιανὸν βασιλέα τὰ παρόντα σφίσι τῶν μὲν τὰ πρότερα πεπραγμένων Λαζοῖς ἐδεῖτο συγγνώμονα εἶναι, ἀμῦναι δὲ σφίσι δυνάμει τῇ πάσῃ ἀπαλλαξείουσι τῆς Μήδων ἀρχῆς. οὐ γὰρ κατὰ μόνας δυνήσεσθαι Κόλχους ἀποκρούσασθαι τὴν Περσῶν δύναμιν. Ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, περιχαρὴς γενόμενος ἄνδρας ἑπτακισχιλίους καὶ Δαγισθαῖον ἄρχοντα καὶ Τζάνους χιλίους ἐς ἐπικουρίαν Λαζοῖς ἔπεμψεν.