Ancient Greek · ~4 min
29.11 to 29.15
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 29.11-15
Not analysed yet
οἳ δὴ ἐν γῇ τῇ Κολχίδι γενόμενοι ἅμα Λαζοῖς τε καὶ τῷ Γουβάζῃ ἐνστρατοπεδευσάμενοι ἀμφὶ τὸν Πέτρας περίβολον ἐς πολιορκίαν καθίσταντο. Περσῶν δὲ τῶν ἐνταῦθα ὄντων καρτερώτατα ἐκ τοῦ περιβόλου ἀμυνομένων, χρόνον τῇ προσεδρείᾳ πολὺν τετρίφθαι ξυνέβη, ἐπεὶ καὶ τὰ ἐδώδιμα ἐναποθέμενοι σφίσιν οἱ Πέρσαι διαρκῶς ἔτυχον. τούτοις δὲ ὁ Χοσρόης ξυνταραχθεὶς στρατιὰν πολλὴν ἱππέων τε καὶ πεζῶν ἐπ’ αὐτοὺς ἔστελλεν, οἷς δὴ ἄρχοντα Μερμερόην ἐπέστησεν. ὧνπερ ὁ Γουβάζης αἰσθόμενος τῷ Δαγισθαίῳ ἐπίκοινα βουλευσάμενος ἐποίει τάδε. Βόας ὁ ποταμὸς ἔξεισιν ἄγχιστά πη τῶν Τζανικῆς ὁρίων ἐν Ἀρμενίοις οἳ δὴ ἀμφὶ τὸ Φαράγγιον ᾤκηνται. καὶ τὰ μὲν πρῶτα ἐν δεξιᾷ ἐπὶ πλεῖστον χωρεῖ, βραχύς τε ἰὼν καὶ πόνῳ οὐδενὶ γινόμενος ἐσβατὸς ἅπασιν ἄχρι ἐς χῶρον οὗ δὴ ἐν δεξιᾷ μὲν Ἰβήρων τὰ ὅριά ἐστι, καταντικρὺ δὲ τελευτᾷ ὄρος ὁ Καύκασος. ἐνταῦθα ἔθνη ἄλλα τε πολλὰ καὶ Ἀλανοί τε καὶ Ἀβασγοὶ ᾤκηνται Χριστιανοί τε καὶ Ῥωμαίοις φίλοι ἐκ παλαιοῦ ὄντες, Ζῆχοί τε καὶ μετ’ αὐτοὺς Οὖννοι,