Ancient Greek · ~7 min
29.31 to 29.39
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 29.31-39
Not analysed yet
οὐ μὴν οὐδὲ τὴν γέφυραν διαβάντες κατὰ νώτου τῶν ἐναντίων ἐγένοντο οἳ τοῖς ἀμφὶ Βελισάριον ταύτῃ ἐμάχοντο. ὅπερ εἰ ἐγεγόνει, οὐκ ἂν ἔτι, οἶμαι, οἱ Γότθοι πρὸς ἀλκὴν ἔβλεπον, ἀλλ’ ἐς φυγὴν αὐτίκα μάλα ἐτράποντο, ὡς ἕκαστός πη ἐδύνατο. νῦν δὲ καταλαβόντες τὸ τῶν πολεμίων χαράκωμα ἐς ἁρπαγὴν τῶν χρημάτων ἐτράποντο, καὶ πολλὰ μὲν ἐνθένδε ἀργυρώματα, πολλὰ δὲ ἄλλα χρήματα ἔφερον. οἱ δὲ βάρβαροι χρόνον μέν τινα θεώμενοι τὰ ποιούμενα ἡσύχαζόν τε καὶ αὐτοῦ ἔμενον, τέλος δὲ ξυμφρονήσαντες θυμῷ τε πολλῷ καὶ κραυγῇ ἐχόμενοι ἐπὶ τοὺς ἐναντίους ἐχώρησαν. εὑρόντες δὲ ἀνθρώπους κόσμῳ οὐδενὶ τὰ σφέτερα ληϊζομένους ἔκτεινάν τε συχνοὺς καὶ τοὺς λοιποὺς κατὰ τάχος ἐξήλασαν. ὅσοι γὰρ ἐγκαταληφθέντες αὐτῶν οὐ διεφθάρησαν, ἀπὸ τῶν ὤμων τὰ χρήματα ῥίψαντες ἄσμενοι ἔφευγον. Ἐν ᾧ δὲ ταῦτα ἐν Νέρωνος πεδίῳ ἐγίνετο, ἐν τούτῳ ὁ ἄλλος τῶν βαρβάρων στρατὸς ἄγχιστα τῶν σφετέρων στρατοπέδων ταῖς ἀσπίσι φραξάμενοι τοὺς ἐναντίους καρτερῶς ἠμύναντο, καὶ πολλοὺς μὲν ἄνδρας, ἵππους δὲ πολλῷ πλείους διέφθειρον. ἐπεὶ δὲ Ῥωμαίων οἱ μὲν τραυματίαι γεγενημένοι, οἱ δὲ τῶν ἵππων σφίσι διαφθαρέντων ἐξέλιπον τὴν παράταξιν, ἐν ὀλίγῃ καὶ πρότερον τῇ στρατιᾷ οὔσῃ ἔτι μᾶλλον ἡ ὀλιγανθρωπία διαφανὴς ἦν, πολύ τε τὸ διαλλάσσον τοῦ τῶν Γότθων ὁμίλου ἐφάνη. ἅπερ ἐν νῷ λαβόντες οἱ τῶν βαρβάρων ἱππεῖς ἐκ τοῦ δεξιοῦ κέρως ἐπὶ τοὺς κατ’ αὐτοὺς πολεμίους ἐχώρησαν δρόμῳ. ὧν δὴ τὰ δόρατα οὐκ ἐνεγκόντες οἱ ταύτῃ Ῥωμαῖοι ἐς φυγὴν ὥρμηντο καὶ ἐς τῶν πεζῶν τὴν φάλαγγα ἧκον. οὐ μὴν οὐδὲ οἱ πεζοὶ τοὺς ἐπιόντας ὑφίσταντο, ἀλλὰ ξὺν τοῖς ἱππεῦσιν οἱ πολλοὶ ἔφευγον. αὐτίκα δὲ καὶ τὸ ἄλλο Ῥωμαίων στράτευμα ὑπεχώρει, ἐγκειμένων σφίσι τῶν πολεμίων, καὶ ἡ τροπὴ κατὰ κράτος ἐγίνετο. Πριγκίπιος δὲ καὶ Ταρμοῦτος ξὺν ὀλίγοις τισὶ τῶν ἀμφ’ αὑτοὺς πεζῶν ἔργα ἐπεδείξαντο ἀρετῆς ἄξια ἐς αὐτούς.