Ancient Greek · ~7 min
29.40 to 29.49
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 29.40-49
Not analysed yet
μαχομένους τε γὰρ καὶ τρέπεσθαι ξὺν τοῖς ἄλλοις ἥκιστα ἀξιοῦντας τῶν Γότθων οἱ πλεῖστοι ἐν θαύματι τοῦτο μεγάλῳ ποιούμενοι ἔστησαν. καὶ ἀπ’ αὐτοῦ οἵ τε ἄλλοι πεζοὶ καὶ τῶν ἱππέων οἱ πλεῖστοι ἀδεέστερον διεσώθησαν. Πριγκίπιος μὲν οὖν, κρεουργηθεὶς τὸ σῶμα ὅλον, αὐτοῦ ἔπεσε, καὶ πεζοὶ ἀμφ’ αὐτὸν τεσσαράκοντα καὶ δύο. Ταρμοῦτος δὲ δύο ἀκόντια Ἰσαυρικὰ ἐν ἀμφοτέραις ταῖς χερσὶν ἔχων, νύττων τε ἀεὶ τοὺς ἐπιόντας ἐπιστροφάδην, ἐπειδὴ κοπτόμενος τὸ σῶμα ἀπεῖπεν, Ἔννου τἀδελφοῦ ξὺν ἱππεῦσί τισιν ἐπιβεβοηθηκότος, ἀνέπνευσέ τε καὶ δρόμῳ ὀξεῖ λύθρου τε καὶ πληγῶν ἔμπλεως ἐπὶ τὸν περίβολον οὐδέτερον τῶν ἀκοντίων ἀποβαλὼν ᾔει. ποδώκης δὲ ὢν φύσει διαφυγεῖν ἴσχυσε, καίπερ οὕτω τοῦ σώματος ἔχων, παρ’ αὐτάς τε τὰς Πιγκιανὰς πύλας ἐλθὼν ἔπεσε. καὶ αὐτὸν τετελευτηκέναι δόξαντα ὑπὲρ ἀσπίδος ἄραντες τῶν τινες ἑταίρων ἐκόμισαν. ὁ δὲ ἡμέρας δύο ἐπιβιοὺς ἐτελεύτησε, λόγον αὑτοῦ πολὺν ἔν τε Ἰσαύροις καὶ τῷ ἄλλῳ στρατοπέδῳ ἀπολιπών. Πεφοβημένοι τε ἤδη Ῥωμαῖοι φρουρᾶς τῆς ἐν τῷ τείχει ἐπεμελοῦντο καὶ τὰς πύλας ἐπιθέντες ξὺν θορύβῳ πολλῷ τῇ πόλει τοὺς φεύγοντας οὐκ ἐδέχοντο, δεδιότες μὴ ξυνεισβάλλωσιν αὐτοῖς οἱ πολέμιοι. καὶ αὐτῶν ὅσοι οὐκ ἔφθασαν τοῦ περιβόλου ἐντὸς γεγενημένοι, τὴν τάφρον διαβάντες καὶ τῷ τείχει τὰ νῶτα ἐρείσαντες, ἔτρεμόν τε καὶ πάσης ἀλκῆς ἐπιλελησμένοι εἱστήκεισαν, ἀμύνεσθαί τε τοὺς βαρβάρους ἥκιστα ἴσχυον, καίπερ ἐγκειμένους τε καὶ τὴν τάφρον ὑπερβῆναι ἐπ’ αὐτοὺς μέλλοντας. αἴτιον δὲ ἦν ὅτι τοῖς μὲν πολλοῖς τὰ δόρατα ἔν τε τῇ ξυμβολῇ καὶ τῇ φυγῇ κατεαγότα ἐτύγχανε, τὰ δὲ τόξα ἐνεργεῖν στενοχωρίᾳ τῇ πρὸς ἀλλήλους οὐχ οἷοί τε ἦσαν. ἕως μὲν οὖν οὐ πολλοὶ ἐν ταῖς ἐπάλξεσι καθεωρῶντο, οἱ Γότθοι ἐνέκειντο, ἐλπίδα ἔχοντες τούς τε ἀποκεκλεισμένους ἅπαντας διαφθεῖραι καὶ τοὺς ἐν τῷ περιβόλῳ βιάσασθαι. ἐπεὶ δὲ στρατιωτῶν τε καὶ τοῦ Ῥωμαίων δήμου ἀμυνομένων πολύ τι χρῆμα ἐς τὰς ἐπάλξεις εἶδον, αὐτίκα δὴ ἀπογνόντες ἐνθένδε ὀπίσω ἀπήλαυνον, πολλὰ τοὺς ἐναντίους κακίσαντες.