Ancient Greek · ~4 min
29.38 to 29.43
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 29.38-43
Not analysed yet
καὶ ἀντὶ τοῦ τείχους πολιορκουμένοις γενόμενον ἐν τῷ ἀσφαλεῖ οὐδέν τι ἧσσον αὐτοὺς καθίστη. ὅπερ Ῥωμαίους ξυνταράξαι οὐδαμῆ ἔσχεν. εὖ γὰρ εἰδότες ὡς αὐτὸ δὴ τοῦτο ἑτέρωθι ἐργαζόμενοι τὴν πόλιν ῥᾷστα αἱρήσουσιν, εὐέλπιδες πολλῷ ἔτι μᾶλλον ἐγένοντο. διὸ δὴ ὁ Δαγισθαῖος βασιλεῖ μὲν τὰ ξυνενεχθέντα ἐδήλου, ἆθλα δέ οἱ τῆς νίκης ἐν παρασκευῇ εἶναι προὐτείνετο, σημήνας ὅσοις δὴ αὐτόν τε καὶ τὸν ἀδελφὸν τὸν αὐτοῦ χρῆν βασιλέα δωρήσασθαι· Πέρσαν γὰρ αἱρήσειν οὐ πολλῷ ὕστερον. Πέρσαι μὲν οὖν Ῥωμαίους τε καὶ Τζάνους καρτερώτατα τειχομαχοῦντας παρὰ δόξαν ὑφίσταντο, καίπερ ὀλίγοι ἀπολελειμμένοι ἐς ἄγαν. ἐπεὶ δὲ Ῥωμαῖοι τειχομαχοῦντες οὐδὲν ἤνυον, ἐπὶ τὸ διορύσσειν αὖθις ἐτράποντο. ἐς τόσον τε τοῦ ἔργου τούτου ἀφίκοντο ὡς μηκέτι ἐπ’ ἐδάφους τὰ τοῦ περιβόλου θεμέλια εἶναι, ἀλλ’ ἐπὶ κενοῦ ἐκ τοῦ ἐπὶ πλεῖστον ἑστάναι, πεσούμενα, ὡς τὸ εἰκός, αὐτίκα δὴ μάλα. καὶ εἰ μὲν Δαγισθαῖος εὐθὺς ἤθελε πῦρ τοῖς θεμελίοις ἐνάψαι, οἶμαι εὐθυωρὸν σφίσι τὴν πόλιν ἁλῶναι· νῦν δὲ τὰς ἐκ βασιλέως καραδοκῶν ἐλπίδας μέλλων τε ἀεὶ καὶ τρίβων τὸν χρόνον ἡσυχῆ ἔμενε. ταῦτα μὲν οὖν ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἐπράσσετο τῇδε.