Ancient Greek · ~7 min
29.28 to 29.37
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 29.28-37
Not analysed yet
αὐτὸς δὲ παντὶ τῷ Κόλχων στρατῷ ἐς τὰ Λαζικῆς ἔσχατα ἦλθεν, ὡς τὸν ἐνταῦθα στενωπὸν διαφυλάξων δυνάμει τῇ πάσῃ. ἐτύγχανε δὲ πολλῷ πρότερον Ἀλανούς τε καὶ Σαβείρους ἐς ξυμμαχίαν ἐπαγόμενος, οἵπερ ὡμολόγησαν κεντηναρίων τριῶν οὐχ ὅσον ἀδῄωτον Λαζοῖς ξυμφυλάξειν τὴν γῆν, ἀλλὰ καὶ Ἰβηρίαν οὕτω καταστήσεσθαι ἀνδρῶν ἔρημον ὡς μηδὲ Πέρσαις ἐνθένδε τὸ λοιπὸν ἰέναι δυνατὰ ἔσεσθαι. ταῦτά τε σφίσι τὰ χρήματα βασιλέα Γουβάζης ὑπέσχετο δώσειν. αὐτὸς μὲν οὖν ἀνενεγκὼν ἐς βασιλέα Ἰουστινιανὸν τὰ ξυγκείμενα τοῖς τε βαρβάροις τὰ χρήματα ταῦτα ἱκέτευε πέμπειν καὶ Λαζοῖς ἄγαν κεκακωμένοις παραψυχὴν προέσθαι τινά. ἔφασκε δὲ καί οἱ αὐτῷ τὸ δημόσιον τὰς συντάξεις ὀφείλειν ἐνιαυτῶν δέκα, ἐπεὶ ἐν τοῖς σιλεντιαρίοις ἐν παλατίῳ τασσόμενος οὐδὲν κεκομισμένος ἐνθένδε εἴη, ἐξ οὗ δὴ ἐς γῆν τὴν Κολχίδα Χοσρόης ἦλθε. βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπιτελέσειν μὲν διενοεῖτο τὴν αἴτησιν, ἐπιγενομένης δέ οἱ ἀσχολίας τινὸς οὐκ ἔπεμψε τῷ καθήκοντι χρόνῳ τὰ χρήματα. Γουβάζης μὲν οὖν ταῦτα ἐποίει. Δαγισθαῖος δὲ ʽἦν γάρ τις νεανίας πόλεμόν τε διενεγκεῖν Μηδικὸν οὐδαμῆ ἀξιόχρεωσ̓ τοῖς παροῦσιν οὐκ ἐπιτηδείως ἐχρῆτο. δέον οὖν ἀμέλει τὸ πλεῖστον τοῦ στρατοῦ ἐς τὸν στενωπὸν στεῖλαι, τάχα δ’ ἄν που καὶ αὐτὸν τῷ ἔργῳ τούτῳ παραγενέσθαι, ἐς ἑκατὸν ἄνδρας, ὥσπερ τι πάρεργον διαχειρίζων, ἔπεμψε μόνους· αὐτὸς δὲ Πέτραν πολιορκῶν παντὶ τῷ στρατῷ οὐδὲν ἤνυσε, καίπερ τῶν πολεμίων ὀλίγων ὄντων. κατ’ ἀρχὰς μὲν γὰρ οὐχ ἥσσους ἢ πεντακόσιοι καὶ χίλιοι ἦσαν, πρὸς Ῥωμαίων δὲ καὶ Λαζῶν ἐν χρόνῳ πολλῷ τειχομαχούντων βαλλόμενοί τε καὶ ἀρετὴν ἐπιδεικνύμενοι μάλιστα πάντων ὧν ἡμεῖς ἴσμεν, θνήσκουσί τε πολλοὶ καὶ σφίσιν ἐς ὀλίγους κομιδῆ ἀποκεκρίσθαι ξυνέπεσε. Πέρσαι μὲν οὖν ἐς ἀπόγνωσίν τε καὶ ἀπορίαν ἐμπεπτωκότες ἡσυχῆ ἔμενον, Ῥωμαῖοι δὲ ἀμφὶ τὸ τεῖχος διώρυχα ἐν χώρῳ ὀλίγῳ πεποίηνται, ὅ τε ταύτῃ περίβολος εὐθὺς ἔπεσεν. ἀλλὰ ξυνέβη τούτου δὴ τοῦ χώρου ἐντὸς οἴκημα εἶναι οὐδὲν τοῦ περιβόλου διεστηκός, ὃ δὴ ἐξικνεῖτο ἐς τὸ πεπτωκὸς ἐφεξῆς ὅλον·