Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ, Chapter 29
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 29.8
Not analysed yet
ἐννοοῦντά με δὲ τό τε Βανδίλων πάθος καὶ τὸ τοῦ Γελίμερος τέλος οὐδὲν εἰσέρχεται μέτριον, ἀλλὰ Γότθους μὲν ὁρᾶν μοι δοκῶ ξὺν τοῖς παισὶ δεδουλωμένους, γυναῖκας δὲ ὑμετέρας ἀνδράσιν ἐχθίστοις τὰ πάντων αἴσχιστα ὑπηρετούσας, ἐμαυτὸν δὲ ἀγόμενον καὶ τὴν τῆς Θευδερίχου θυγατρὸς παῖδα ὅπη ποτὲ τοὺς νῦν πολεμίους ἀρέσκει· ταῦτα βουλοίμην ἂν καὶ ὑμᾶς ὅπως μὴ προσπέσωσι δείσαντας ἐς μάχην τήνδε καθίστασθαι.