Ancient Greek · ~5 min
29.1 to 29.7
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 29.1-2-7
Not analysed yet
Ῥωμαίοις μὲν τὰ ἐς τὴν ξυμβολὴν παρεσκεύαστο ὧδε. Οὐίττιγις δὲ Γότθους ἐξώπλισεν ἅπαντας, οὐδένα ἐν τοῖς χαρακώμασιν, ὅτι μὴ τοὺς ἀπομάχους, ἀπολιπών. καὶ τοὺς μὲν ἀμφὶ Μαρκίαν ἐν Νέρωνος πεδίῳ μένειν ἐκέλευε, φυλακῆς τε τῆς ἐν γεφύρᾳ ἐπιμελεῖσθαι, ὅπως δὴ μὴ ἐνθένδε οἱ πολέμιοι ἐπὶ σφᾶς ἴωσιν· αὐτὸς δὲ τὸ ἄλλο στράτευμα ξυγκαλέσας ἔλεξε τοιάδε· “Ἴσως ἂν ὑμῶν τισι περὶ τῇ ἀρχῇ δεδιέναι δοκοίην καὶ ἀπ’ αὐτοῦ τήν τε ἄλλην ἐς ὑμᾶς φιλοφροσύνην ἐνδείξασθαι καὶ τανῦν ὑπὲρ εὐτολμίας ὑμῖν ἐπαγωγὰ φθέγγεσθαι. καὶ τοῦτο οὐκ ἀπὸ τοῦ ἀνθρωπείου τρόπου λογίζονται. εἰώθασι γὰρ ἀμαθεῖς ἄνθρωποι, ὧν μὲν ἄν δέοιντο, πρᾳότητι ἐς αὐτοὺς χρῆσθαι, κἂν πολλῷ τῷ διαλλάσσοντι καταδεέστεροι τύχωσιν ὄντες, ἐς δὲ τοὺς ἄλλους δυσπρόσοδοι εἶναι, ὧν τῆς ὑπουργίας οὐ χρῄζουσιν. ἐμοὶ μέντοι οὔτε βίου καταστροφῆς οὔτε ἀρχῆς στερήσεως μέλει. εὐξαίμην γὰρ ἂν καὶ τὴν πορφυρίδα ταύτην ἀποδύσασθαι τήμερον, εἰ Γότθος ἀνὴρ αὐτὴν ἐνδιδύσκεσθαι μέλλοι. καὶ τὸ Θευδάτου πέρας ὄλβιον ἐν τοῖς μάλιστα γεγενῆσθαι νενόμικα, ᾧ γε ταῖς τῶν ὁμοφύλων χερσὶ τήν τε ἀρχὴν ἀφεῖναι καὶ τὴν ψυχὴν ἅμα τετύχηκε. συμφορὰ γὰρ ἰδίᾳ προσπίπτουσα μὴ συμφθειρομένου τοῦ γένους τοῖς γε οὐκ ἀνοήτοις παραψυχῆς οὐκ ἐστέρηται.