Ancient Greek · ~7 min
3.1 to 3.10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 3.1-4-10
Not analysed yet
Τοσαῦτα Γελίμερ τε καὶ Τζάζων παραινέσαντες ἐξῆγον τοὺς Βανδίλους, καὶ ἀμφὶ τὸν τοῦ ἀρίστου καιρόν, οὐ προσδεχομένων Ῥωμαίων, ἀλλ’ ἄριστον σφίσι παρασκευαζόντων, παρῆσαν καὶ παρὰ τὰς τοῦ ποταμοῦ ὄχθας ὡς ἐς μάχην ἐτάξαντο. ἔστι δὲ ποταμὸς ὁ ταύτῃ ῥέων ἀένναος μέν, οὕτω δὲ τὸ ῥεῦμα βραχὺς ὥστε οὐδὲ ὀνόματος ἰδίου πρὸς τῶν ἐπιχωρίων μεταλαγχάνει, ἀλλ ἐν ῥύακος μοίρᾳ ὠνόμασται. τούτου δὴ τοῦ ποταμοῦ Ῥωμαῖοι ἐς τὴν ἑτέραν ὄχθην ὡς ἐκ τῶν παρόντων παρασκευασάμενοι ἧκον καὶ ἐτάξαντο ὧδε. κέρας μὲν τὸ ἀριστερὸν Μαρτῖνός τε καὶ Βαλεριανὸς καὶ Ἰωάννης καὶ Κυπριανός τε καὶ Αλθίας καὶ Μάρκελλος εἶχον καὶ ὅσοι ἄλλοι φοιδεράτων ἄρχοντες ἦσαν, τὸ δὲ δὴ δεξιὸν Πάππος τε καὶ Βαρβᾶτος καὶ Ἀϊγὰν καὶ ὅσοι τῶν ἱππικῶν καταλόγων ἦρχον. κατὰ δὲ τὸ μέσον Ἰωάννης ἐτάσσετο, τούς τε ὑπασπιστὰς καὶ δορυφόρους Βελισαρίου καὶ σημεῖον τὸ στρατηγικὸν ἐπαγόμενος. οὗ δὴ καὶ Βελισάριος εἰς καιρὸν ξὺν τοῖς πεντακοσίοις ἱππεῦσιν ἀφίκετο, τοὺς πεζοὺς ὄπισθεν βάδην προσιόντας ἀπολιπών. οἱ γὰρ Οὖννοι ἅπαντες ἐν ἄλλῃ ἐτάξαντο χώρᾳ, εἰθισμένον μὲν σφίσι καὶ πρότερον ἥκιστα ἐπιμίγνυσθαι τῷ Ῥωμαίων στρατῷ, τότε δὲ καὶ ἐν νῷ ἃ προδεδήλωται ἔχουσιν οὐκ ἦν βουλομένοις ξὺν τῇ ἄλλῃ στρατιᾷ τάσσεσθαι. Ῥωμαίοις μὲν οὖν τὰ τῆς τάξεως ὧδέ πη εἶχε. Βανδίλων δὲ κέρας μὲν ἑκάτερον οἱ χιλίαρχοι εἶχον, ἕκαστός τε ἡγεῖτο τοῦ ἀμφ’ αὐτὸν λόχου, κατὰ δὲ δὴ τὸ μέσον Τζάζων ἦν ὁ τοῦ Γελίμερος ἀδελφός, ὄπισθεν δὲ οἱ Μαυρούσιοι ἐτετάχατο. αὐτὸς μέντοι ὁ Γελίμερ πανταχόσε περιιὼν ἐνεκελεύετό τε καὶ ἐς εὐτολμίαν ἐνῆγε. προείρητο δὲ Βανδίλοις ἅπασι μήτε δορατίῳ μήτε ἄλλῳ ὁτῳοῦν ὀργάνῳ ἐς ξυμβολὴν τήνδε, ὅτι μὴ τοῖς ξίφεσι, χρῆσθαι. Χρόνου δὲ τριβέντος συχνοῦ καὶ μάχης οὐδενὸς ἄρχοντος Ἰωάννης τῶν ἀμφ’ αὐτὸν ὀλίγους ἀπολέξας Βελισαρίου γνώμῃ τόν τε ποταμὸν διέβη καὶ ἐς τοὺς μέσους ἐσέβαλεν, ἔνθα δὴ ὁ Τζάζων ὠθισμῷ χρησάμενος ἐδίωξεν αὐτούς.