Ancient Greek · ~7 min
3.11 to 3.21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 3.11-21
Not analysed yet
καὶ οἱ μὲν φεύγοντες ἐς τὸ σφῶν αὐτῶν στρατόπεδον ἧκον, οἱ δὲ Βανδίλοι διώκοντες ἄχρι ἐς τόν ποταμὸν ἦλθον, οὐ μέντοι διέβησαν. αὖθις δὲ Ἰωάννης πλείους τῶν Βελισαρίου ὑπασπιστῶν ἐπαγόμενος ἐς τοὺς ἀμφὶ τὸν Τζάζωνα ἐσεπήδησε, καὶ αὖθις ἐνθένδε ἀποκρουσθεὶς ἐς τὸ Ῥωμαίων στρατόπεδον ἀνεχώρησε. τὸ δὲ δὴ τρίτον ξὺν πᾶσι σχεδὸν τοῖς Βελισαρίου τε δορυφόροις καὶ ὑπασπισταῖς τὸ στρατηγικὸν σημεῖον λαβὼν τὴν ἐσβολὴν ἐποιήσατο ξὺν βοῇ τε καὶ πατάγῳ πολλῷ. τῶν δὲ βαρβάρων ἀνδρείως τε αὐτοὺς ὑφισταμένων καὶ μόνοις χρωμένων τοῖς ξίφεσι γίνεται μὲν καρτερὰ ἡ μάχη, πίπτουσι δὲ Βανδίλων πολλοί τε καὶ ἄριστοι, καὶ Τζάζων αὐτὸς ὁ τοῦ Γελίμερος ἀδελφός. τότε δὴ ἅπαν τὸ Ῥωμαίων στράτευμα ἐκινήθη καὶ τὸν ποταμὸν διαβάντες ἐπὶ τοὺς πολεμίους ἐχώρησαν, ἥ τε τροπὴ ἀρξαμένη ἀπὸ τοῦ μέσου λαμπρὰ ἐγεγόνει· τοὺς γὰρ κατ’ αὐτοὺς οὐδενὶ πόνῳ ἐτρέψαντο ἕκαστοι. ἃ δὴ ὁρῶντες οἱ Μασσαγέται κατὰ τὰ σφίσι ξυγκείμενα ξὺν τῷ Ῥωμαίων στρατῷ τὴν δίωξιν ἐποιήσαντο, οὐκ ἐπὶ πολὺ μέντοι ἡ δίωξις ἥδε ἐγεγόνει. οἵ τε γὰρ Βανδίλοι ἐς τὸ σφέτερον στρατόπεδον κατὰ τάχος εἰσελθόντες ἡσύχαζον καὶ οἱ Ῥωμαῖοι, οὐκ ἂν οἰόμενοι ἐν τῷ χαρακώματι πρὸς αὐτοὺς διαμάχεσθαι οἷοί τε εἶναι, τούς τε νεκροὺς ὅσοι ἐχρυσοφόρουν ἀπέδυσαν καὶ ἐς τὸ σφῶν αὐτῶν στρατόπεδον ἀπεχώρησαν. ἀπέθανον δὲ ἐν ταύτῃ τῇ μάχῃ Ῥωμαίων μὲν ἥσσους ἢ πεντήκοντα, Βανδίλων δὲ ὀκτακόσιοι μάλιστα. Βελισάριος δέ, τῶν πεζῶν οἱ ἀφικομένων ἀμφὶ δείλην ὀψίαν, ἄρας ὡς εἶχε τάχους παντὶ τῷ στρατῷ ᾔει ἐπὶ τὸ τῶν Βανδίλων στρατόπεδον. Γελίμερ δὲ γνοὺς Βελισάριον ξύν τε τοῖς πεζοῖς καὶ τῷ ἄλλῳ στρατῷ ἐπ’ αὐτὸν αὐτίκα ἰέναι, οὐδὲν οὔτε εἰπὼν οὔτε ἐντειλάμενος ἐπί τε τὸν ἵππον ἀναθρώσκει καὶ τὴν ἐπὶ Νουμίδας φέρουσαν ἔφευγε. καὶ αὐτῷ οἵ τε ξυγγενεῖς καὶ τῶν οἰκετῶν ὀλίγοι τινὲς εἵποντο καταπεπληγμένοι τε καὶ τὰ παρόντα ἐν σιγῇ ἔχοντες.