Ancient Greek · ~3 min
3.11 to 3.14
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 3.11-2-14
Not analysed yet
διὸ δὴ Ἀμαλασοῦνθα διηπορεῖτο· οὔτε γὰρ ἐπὶ τῇ τοῦ παιδὸς γνώμῃ τὸ θαρσεῖν εἶχεν, εἰς τοῦτο ἀτοπίας ἐληλακότος, ἤν τε αὐτὸς Ἀταλάριχος ἐξ ἀνθρώπων ἀφανίζηται, οὐκ ᾤετο αὐτῇ τὸν βίον ἐν τῷ ἀσφαλεῖ τὸ λοιπὸν ἔσεσθαι, Γότθων τοῖς λογιμωτάτοις προσκεκρουκυίᾳ. διὸ δὴ τὸ Γότθων τε καὶ Ἰταλιωτῶν κράτος ἐνδιδόναι Ἰουστινιανῷ βασιλεῖ, ὅπως αὐτὴ σώζοιτο, ἤθελεν. ἐτύγχανε δὲ Ἀλέξανδρος, ἀνὴρ ἐκ βουλῆς, σύν τε Δημητρίῳ καὶ Ὑπατίῳ ἐνταῦθα ἥκων. ἐπειδὴ γὰρ τὸ μὲν Ἀμαλασούνθης πλοῖον ἐν τῷ Ἐπιδάμνου λιμένι ὁρμίζεσθαι βασιλεὺς ἤκουσεν, αὐτὴν δὲ μέλλειν ἔτι, καίπερ χρόνου τριβέντος συχνοῦ, ἔπεμψε τὸν Ἀλέξανδρον, ἐφ’ ᾧ κατασκεψάμενος ἅπαντα τὰ ἀμφὶ τῇ Ἀμαλασούνθῃ ἀγγείλειε·