Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ, Chapter 3
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 3.15-2
Not analysed yet
τῷ δὲ λόγῳ πρεσβευτὴν τὸν Ἀλέξανδρον βασιλεὺς ἔπεμψε, τοῖς τε ἀμφὶ τῷ Λιλυβαίῳ ξυνταραχθεὶς ʽἅπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωταἰ καὶ ὅτι Οὖννοι δέκα ἐκ τοῦ ἐν Λιβύῃ στρατοπέδου, δρασμοῦ ἐχόμενοι, ἐς Καμπανίαν ἀφίκοντο, Οὐλίαρίς τε αὐτούς, ὃς Νεάπολιν ἐφύλασσεν, Ἀμαλασούνθης οὔτι ἀκουσίου ὑπεδέξατο, Γότθοι τε Γήπαισι τοῖς ἀμφὶ Σίρμιον πολεμοῦντες, πόλει Γρατιανῇ, ἐν τῇ Ἰλλυριῶν ἐσχατιᾷ κειμένῃ, ὡς πολεμίᾳ ἐχρήσαντο.