Ancient Greek · ~2 min
3.14 to 3.16
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 3.14-16
Not analysed yet
ταῦτα Περόζης ἀκούσας ἐς δέος ἦλθε μή ποτε Μῆδοι ἐπὶ πονηρῷ τῷ σφετέρῳ τὴν δίωξιν ἐπὶ τοὺς πολεμίους πεποίηνται. καὶ πρόσω μὲν οὐκέτι ἐχώρει, μένων δὲ αὐτοῦ τὰ παρόντα ἐν βουλῇ ἐποιεῖτο. Οὖννοι δὲ ἤδη ἑπόμενοι ἐκ τοῦ ἐμφανοῦς τοῦ χώρου τὴν εἴσοδον ἐν φυλακῇ εἶχον, ὅπως μηκέτι οἱ πολέμιοι ὀπίσω ἀπελαύνειν οἷοί τε ὦσι. καὶ οἱ Πέρσαι τότε δὴ λαμπρῶς ᾐσθημένοι οὗ ἦσαν κακοῦ ἐν συμφορᾷ ἐποιοῦντο τὰ παρόντα σφίσι, διαφεύξεσθαι τὸν κίνδυνον ἐν ἐλπίδι οὐδεμιᾷ τὸ λοιπὸν ἔχοντες.