Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 3
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 3.17
Not analysed yet
ὁ δὲ τῶν Ἐφθαλιτῶν βασιλεὺς πέμψας παρὰ Περόζην τῶν οἱ ἑπομένων τινάς, πολλὰ μὲν αὐτῷ θράσους πέρι ἀλογίστου ὠνείδισεν, ἀφ’ οὗ δὴ αὑτόν τε καὶ τὸ Περσῶν γένος κόσμῳ οὐδενὶ διαφθείρειεν, ἐνδώσειν δὲ καὶ ὣς τὴν σωτηρίαν Οὔννους αὐτοῖς ἐπηγγέλλετο, ἤν γε αὐτόν τε Περόζης προσκυνεῖν βούλοιτο, ἅτε δεσπότην γεγενημένον, καὶ ὅρκους τοὺς σφίσι πατρίους ὀμνὺς τὰ πιστὰ δοίη μήποτε Πέρσας ἐπὶ τὸ Ἐφθαλιτῶν ἔθνος στρατεύσασθαι.