Ancient Greek · ~7 min
3.15 to 3.23
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 3.15-23
Not analysed yet
τούτω τὼ ἄνδρε διαφόρω μὲν τὰ πολιτικὰ ἐγενέσθην, ἐς τοσοῦτον δὲ μεγαλοψυχίας τε καὶ τῆς ἄλλης ἀρετῆς ἡκέτην ὥστε, εἴ τις αὐτοῖν ἑκάτερον ἄνδρα Ῥωμαίων ὕστατον εἴποι, οὐκ ἂν ἁμάρτοι· οὕτω τὴν Ῥωμαίων ἀρετὴν ξύμπασαν ἐς τούτω τὼ ἄνδρε ἀποκεκρίσθαι τετύχηκε. τούτοιν τὸν ἕτερον Βονιφάτιον ἡ Πλακιδία στρατηγὸν ἀπέδειξε Λιβύης ἁπάσης. τοῦτο δὲ οὐ βουλομένῳ ἦν Ἀετίῳ, ἀλλ’ ἥκιστά γε ὡς αὐτὸν οὐκ ἀρέσκει ἐξήνεγκεν. οὔπω γὰρ αὐτοῖν ἡ ἔχθρα ἐς φῶς ἐληλύθει, ἀλλ’ ὑπὸ τῷ προσώπῳ ἑκατέρῳ ἐκρύπτετο. ἐπεὶ δέ οἱ Βονιφάτιος ἐκποδὼν ἐγεγόνει, διέβαλεν αὐτὸν ἐς τὴν Πλακιδίαν ὡς τυραννοίη, ἀποστερήσας αὐτήν τε καὶ βασιλέα Λιβύης ἁπάσης, ῥᾴδιόν τε εἶναι αὐτῇ ἔλεγε τἀληθὲς ἐξευρεῖν· ἢν γὰρ μεταπέμποιτο Βονιφάτιον ἐς Ῥώμην, οὐ μή ποτε ἔλθῃ. ἐπεὶ δὲ ταῦτα ἤκουσεν ἡ γυνή, εὖ τέ οἱ εἰπεῖν Ἀέτιος ἔδοξε καὶ κατὰ ταῦτα ἐποίει. προτερήσας δὲ Ἀέτιος ἔγραψε πρὸς Βονιφάτιον λάθρα ὡς ἐπιβουλεύοι αὐτῷ ἡ βασιλέως μήτηρ καὶ βούλοιτο αὐτὸν ἐκποδὼν ποιήσασθαι. καί οἱ τεκμήριον τῆς ἐπιβουλῆς προηγόρευεν ἔσεσθαι μέγα· ἐξ αἰτίας γὰρ οὐδεμιᾶς αὐτίκα μάλα μετάπεμπτος ἔσται. ταῦτα μὲν ἡ ἐπιστολὴ ἐδήλου. Βονιφάτιος δὲ οὐκ ἀλογήσας τὰ γεγραμμένα, ἐπειδὴ τάχιστα παρῆσαν οἳ αὐτὸν ὡς βασιλέα ἐκάλουν, ἀπεῖπε τὸ μὴ βασιλεῖ τε καὶ τῇ αὐτοῦ μητρὶ ἐπακούειν, οὐδενὶ τὴν Ἀετίου ὑποθήκην ἐκφήνας. Πλακιδία μὲν οὖν ὡς ταῦτα ἤκουσεν, Ἀέτιόν τε τοῖς βασιλέως πράγμασιν εὔνουν ἐς τὰ μάλιστα ᾤετο εἶναι καὶ τὰ ἀπὸ Βονιφατίου ἐν βουλῇ εἶχε. Βονιφάτιος δὲ ʽκαὶ γάρ οἱ οὔτε βασιλεῖ ἐδόκει ἀντιτάξασθαι οἵῳ τε εἶναι ἐς Ῥώμην τε ἀπιόντι οὐδεμία σωτηρία ἐφαίνετὀ βουλεύεται ὅπως οἱ, ἢν δύνηται, ὁμαιχμία ἐς τοὺς Βανδίλους ἔσται, οἳ ἐν Ἱσπανίᾳ, ὡς πρόσθεν εἴρηται, οὐ πόρρω Λιβύης ἱδρύσαντο. ἔνθα δὴ Γωδίγισκλος μὲν ἐτεθνήκει, διεδέξαντο δὲ τὴν ἀρχὴν οἱ ἐκείνου παῖδες, Γόνθαρις μὲν ἐκ γυναικὸς αὐτῷ γαμετῆς γεγονώς, Γιζέριχος δὲ νόθος.