Ancient Greek · ~4 min
3.24 to 3.28
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 3.24-28
Not analysed yet
ἀλλ’ ὁ μὲν ἔτι ἦν παῖς καὶ τὸ δραστήριον οὐ σφόδρα ἔχων, Γιζέριχος δὲ τά τε πολέμια ὡς ἄριστα ἐξήσκητο καὶ δεινότατος ἦν ἀνθρώπων ἁπάντων. πέμψας οὖν ἐς Ἱσπανίαν Βονιφάτιος τοὺς αὑτῷ μάλιστα ἐπιτηδείους ἑκάτερον τῶν Γωδιγίσκλου παίδων ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ προσεποιήσατο, ἐφ’ ᾧ αὐτῶν ἕκαστον τὸ Λιβύης τριτημόριον ἔχοντα τῶν κατ’ αὐτὸν ἄρχειν· ἢν δέ τις ἐπ’ αὐτῶν τινα ἴοι πολεμήσων, κοινῇ τοὺς ἐπιόντας ἀμύνασθαι. ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ Βανδίλοι τὸν ἐν Γαδείροις πορθμὸν διαβάντες ἐς Λιβύην ἀφίκοντο καὶ Οὐισίγοτθοι ἐν τῷ ὑστέρῳ χρόνῳ ἐν Ἱσπανίᾳ ἱδρύσαντο. ἐν δὲ τῇ Ῥώμῃ οἱ Βονιφατίῳ ἐπιτήδειοι, τοῦ τε τρόπου ἐνθυμούμενοι τοῦ ἀνθρώπου ἐκλογιζόμενοί τε ἡλίκος ὁ παράλογος ἦν, ἐν θαύματι μεγάλῳ ἐποιοῦντο, εἰ Βονιφάτιος τυραννοίη, τινὲς δὲ αὐτῶν Πλακιδίας ἐπαγγελλούσης ἐς Καρχηδόνα ἦλθον. ἔνθα δὴ Βονιφατίῳ συγγενόμενοι τά τε Ἀετίου γράμματα εἶδον καὶ τὸν πάντα λόγον ἀκούσαντες ἐς Ῥώμην τε ὡς εἶχον τάχους ἀνέστρεφον καὶ ὅπως αὐτῇ Βονιφάτιος ἔχοι ἀπήγγελλον.