Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 3
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 3.29-2
Not analysed yet
καταπλαγεῖσα δὲ ἡ γυνὴ Ἀέτιον μὲν εἰργάσατο οὐδὲν ἄχαρι οὐδέ τι ὠνείδισεν ὧν αὐτῷ ἐς τὸν βασιλέως οἶκον ἐπέπρακτο, ἐπεὶ αὐτός τε δυνάμει μεγάλῃ ἐχρῆτο καὶ τὰ τῆς βασιλείας πράγματα πονηρὰ ἤδη ἦν· τοῖς δὲ Βονιφατίου φίλοις τήν τε Ἀετίου ὑποθήκην ἔφραζε καὶ πίστεις παρεχομένη καὶ ὅρκια ἔχρῃζεν αὐτῶν ὅπως τὸν ἄνδρα, ἢν δύνωνται, πείσουσιν ἐπανήκειν ἐς τὰ πάτρια ἤθη, οὐ περιιδόντα ὑπὸ βαρβάροις κειμένην τὴν Ῥωμαίων ἀρχήν.