Ancient Greek · ~7 min
3.38 to 3.47
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 3.38-47
Not analysed yet
ἔργῳ δὲ δυσμενής. ὅπερ καὶ αὐτὸς οὐκ εἰς μακρὰν εἴσῃ, ἐπειδὰν τάχιστα τοὺς ἑσπερίους οἷός τε ᾖ παντάπασι καταστρέψασθαι. τί γὰρ τῶν πρότερον ἀπειρημένων οὐκ ἔπραξεν; ἢ τί οὐκ ἐκίνησε τῶν εὖ καθεστώτων; οὐχ ἡμῖν μὲν φόρου ἀπαγωγὴν ἔταξεν οὐ πρότερον οὖσαν, καὶ Τζάνους τοὺς ὁμόρους ἡμῖν αὐτονόμους ὄντας δεδούλωται, τῷ δὲ βασιλεῖ τῶν ἀθλίων Λαζῶν ἄρχοντα Ῥωμαῖον ἐπέστησε; πρᾶγμα οὔτε τῇ φύσει τῶν πραγμάτων ξυμβαῖνον οὔτε λόγῳ ῥᾴδιον ἑρμηνεύεσθαι. οὐ Βοσπορίταις μὲν τοῖς Οὔννων κατηκόοις στρατηγοὺς ἔπεμψε καὶ τὴν πόλιν προσεποιήσατο οὐδὲν αὐτῷ προσῆκον, ὁμαιχμίαν δὲ πεποίηται πρὸς τὰς τῶν Αἰθιόπων ἀρχάς, ὧν καὶ ἀνήκοοι τὸ παράπαν Ῥωμαῖοι ἐτύγχανον ὄντες; ἀλλὰ καὶ Ὁμηρίτας τε καὶ θάλασσαν τὴν Ἐρυθρὰν περιβέβληται καὶ τὸν φοινικῶνα προστίθησι τῇ Ῥωμαίων ἀρχῇ. ἀφίεμεν γὰρ λέγειν τὰ Λιβύων τε καὶ Ἰταλῶν πάθη. ἡ γῆ τὸν ἄνθρωπον οὐ χωρεῖ ξύμπασα· μικρόν ἐστιν αὐτῷ πάντων ὁμοῦ τῶν ἀνθρώπων κρατεῖν. ὁ δὲ καὶ τὸν αἰθέρα περισκοπεῖ καὶ τοὺς ὑπὲρ τὸν ὠκεανὸν διερευνᾶται μυχούς, ἄλλην αὑτῷ τινα οἰκουμένην περιποιεῖσθαι βουλόμενος. τί οὖν ἔτι, ὦ βασιλεῦ, μέλλεις; τί δὲ τὴν κάκιστα ἀπολουμένην εἰρήνην αἰσχύνῃ, ὅπως δηλαδή σε ὑστάτην ποιήσηται βρῶσιν τῶν ἄλλων ἁπάντων; εἰ μέν ἐστί σοι βουλομένῳ μαθεῖν ὁποῖός τις ἂν Ἰουστινιανὸς ἐς τοὺς αὐτῷ εἴκοντας γένοιτο, ἐγγύθεν σοι τὸ παράδειγμα παρ’ ἡμῶν τε αὐτῶν ἐστι καὶ τῶν ταλαιπώρων Λαζῶν· εἰ δέ, ὅπως ποτὲ εἴωθε τοῖς τε ἀγνῶσι καὶ οὐδ’ ὁτιοῦν ἠδικηκόσι χρῆσθαι, Βανδίλους τε καὶ Γότθους καὶ Μαυρουσίους διαλογίζου. τό τε δὴ κεφάλαιον οὔπω λέλεκται. οὐκ Ἀλαμούνδαρον μὲν ἐν σπονδαῖς τὸν σόν, ὦ κράτιστε βασιλεῦ, δοῦλον ἀπάτῃ τε περιελθεῖν καὶ βασιλείας ἀποστῆσαι τῆς σῆς ἔργον πεποίηται, Οὔννους δὲ τοὺς οὐδαμόθεν αὐτῷ γνωρίμους ἐπὶ τοῖς σοῖς ἔναγχος ἑταιρίζεσθαι πράγμασιν ἐν σπουδῇ ἔσχε; καίτοι πρᾶξις ἀτοπωτέρα ταύτης οὐ γέγονεν ἐκ τοῦ παντὸς χρόνου.