Ancient Greek · ~7 min
3.48 to 3.57
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 3.48-57
Not analysed yet
ἐπειδὴ γὰρ ᾔσθετο, οἶμαι, εἰς πέρας αὐτῷ ὅσον οὔπω ἀφίξεσθαι τὴν τῶν ἑσπερίων καταστροφήν, τοὺς ἑῴους ἤδη μετελθεῖν ὑμᾶς ἐγκεχείρηκεν, ἐπεὶ καὶ μόνον ἀπολέλειπται αὐτῷ ἐς ἀγῶνα τὸ Περσῶν κράτος. ἡ μὲν οὖν εἰρήνη τὸ ἐκείνου μέρος ἤδη σοι λέλυται, καὶ σπονδαῖς αὐτὸς πέρας ταῖς ἀπεράντοις ἐπέθηκε. λύουσι γὰρ τὴν εἰρήνην οὐχ οἳ ἂν ἐν ὅπλοις γένοιντο πρῶτοι, ἀλλ’ οἳ ἂν ἐπιβουλεύοντες ἐν σπονδαῖς τοῖς πέλας ἁλοῖεν. τὸ γὰρ ἔγκλημα τῷ ἐγκεχειρηκότι, κἂν ἀπῇ τὸ κατορθοῦν, πέπρακται. ὅπη ποτὲ δὲ ὁ πόλεμος χωρήσει παντί που δῆλον. οὐ γὰρ οἱ τὰς αἰτίας τῷ πολέμῳ παρασχόμενοι, ἀλλ’ οἱ τοὺς παρασχομένους αὐτὰς ἀμυνόμενοι, κρατεῖν ἀεὶ τῶν πολεμίων εἰώθασιν. οὐ μὴν οὐδὲ ἐξ ἀντιπάλου ἡμῖν τῆς δυνάμεως ὁ ἀγὼν ἔσται. Ῥωμαίοις γὰρ τῶν τε στρατιωτῶν πλείστους πρὸς ταῖς τῆς οἰκουμένης ἐσχατιαῖς ξυμβαίνει εἶναι, καὶ δυοῖν στρατηγοῖν, οἵπερ αὐτοῖς ἄριστοι ἦσαν, τὸν ἕτερον μὲν Σίτταν κτείναντες ἥκομεν, Βελισάριον δὲ οὔποτε Ἰουστινιανὸς τὸ λοιπὸν ὄψεται. οὗπερ ἐκεῖνος ὀλιγωρήσας μεμένηκε πρὸς ταῖς ἡλίου δυσμαῖς, αὐτὸς ἔχων τὸ Ἰταλῶν κράτος. ὥστε σοι ἐπὶ τοὺς πολεμίους ἰόντι ἀπαντήσει τῶν πάντων οὐδείς, ἕξεις δὲ καὶ ἡμᾶς εὐνοίᾳ τε, ὡς τὸ εἰκός, καὶ χωρίων ἐμπειρίᾳ πολλῇ τῷ σῷ στρατῷ ἐξηγουμένους.” ταῦτα ἐπεὶ Χοσρόης ἤκουσεν, ἥσθη τε καὶ ξυγκαλέσας εἴ τι ἐν Πέρσαις καθαρὸν ἦν ἐς πάντας ἐξήνεγκεν ἅ τε Οὐίττιγις ἔγραψε καὶ ὅσα οἱ Ἀρμένιοι εἶπον, ἀμφί τε τῷ πρακτέῳ βουλὴν προὔθηκεν. ἔνθα δὴ ἐλέχθησαν μὲν γνῶμαι πολλαὶ ἐφ’ ἑκάτερα φέρουσαι, τέλος δὲ πολεμητέα σφίσιν ἅμα ἦρι ἀρχομένῳ ἐπὶ Ῥωμαίους ἔδοξεν εἶναι. ἦν γὰρ τοῦ ἔτους μετόπωρον, τρίτον καὶ δέκατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος. οὐ μέντοι Ῥωμαῖοι τοῦτο ὑπώπτευον, οὐδὲ δὴ Πέρσας λύσειν ποτὲ τὰς ἀπεράντους καλουμένας σπονδὰς ᾤοντο, καίπερ Χοσρόην ἀκούσαντες τῷ τε σφῶν αὐτῶν βασιλεῖ ἐγκαλεῖν οἷς εὐημέρησεν ἐν ταῖς ἡλίου δυσμαῖς καὶ τὰ ἐγκλήματα ἐπιφέρειν ταῦτα ὧν ἄρτι ἐμνήσθην.