Ancient Greek · ~7 min
30.10 to 30.18
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 30.10-18
Not analysed yet
οἵ τε ἐν τῷ φρουρίῳ τὸν στόλον τοῦτον ἅτε ἀφ’ ὑψηλοῦ κατιδόντες εὐέλπιδές τε γενόμενοι οὐκέτι τοῖς πολεμίοις προσχωρεῖν ἔγνωσαν, καίπερ ἐνισταμένης ἤδη τῆς σφίσι ξυγκειμένης ἡμέρας. καὶ τὰ μὲν πρῶτα χειμῶνος ἐξαισίου ἐπιπεσόντος, ἄλλως τε καὶ τῆς ἐκείνῃ ἀκτῆς ἀλιμένου παντάπασιν οὔσης, ταῖς ναυσὶν ἁπάσαις ὡς ἀπωτάτω ἀλλήλων ξυνηνέχθη διασκεδάννυσθαι· ταύτῃ τε χρόνου μῆκος σφίσι τριβῆναι ξυνέβη. αὖθίς τε ἀγηγερμένοι ἐν τῷ Κροτωνιατῶν λιμένι ἐπὶ Ῥουσκιανὴν ἀνήγοντο. οὕσπερ ἐπεὶ οἱ βάρβαροι εἶδον, ἐπὶ τοὺς ἵππους ἀναθορόντες ἀμφὶ τὴν ἠϊόνα ἐγένοντο τὴν ἀπόβασιν τοῖς πολεμίοις ἀναστέλλειν διανοούμενοι. Τουτίλας τε αὐτοὺς ἐπὶ πλεῖστον τῆς ἀκτῆς ἀντιμετώπους ἔστησε ταῖς τῶν νηῶν πρῴραις. τοὺς μὲν δόρατα ἔχοντας, τοὺς δὲ τὰ τόξα ἐντειναμένους. ὅπερ ἐπεὶ Ῥωμαῖοι εἶδον, κατωρρώδησάν τε καὶ ἄγχιστα οὐδαμῆ ἐτόλμων ἰέναι, ἀλλὰ χρόνον μέν τινα τὰς ναῦς ἑκαστάτω ἀνακωχεύσαντες ἡσυχῆ ἔμενον, ὕστερον δὲ ἀπογνόντες τὴν ἀπόβασιν πρύμναν τε πάντες ἐκρούοντο καὶ ἀναχθέντες τῷ Κροτωνιατῶν αὖθις λιμένι προσέσχον. Οὗ δὴ ἐπὶ κοινῆς βουλευσαμένοις ἔδοξε σφίσιν ἄμεινον εἶναι Βελισάριον μὲν ἐς Ῥώμην ἰόντα τὰ ταύτῃ τε ὡς ἄριστα διοικήσασθαι καὶ τὰ ἐπιτήδεια ἐσκομίσασθαι, Ἰωάννην δὲ καὶ Βαλεριανὸν τούς τε ἄνδρας ἐς γῆν καὶ τοὺς ἵππους ἀποβιβάσαντας ὁδῷ τε πορευομένους ἐς Πικηνοὺς ἰέναι, ξυνταράξοντας τῶν πολεμίων τοὺς τὰ ἐκείνῃ πολιορκοῦντας πολίσματα. οὕτω γὰρ ἂν αὐτοῖς Τουτίλαν διαλύσαντα τὴν προσεδρείαν ἐπισπέσθαι ἐλπίδα εἶχον. Ἰωάννης μὲν οὖν ξὺν τοῖς ἑπομένοις χιλίοις οὖσι κατὰ ταῦτα ἐποίει· Βαλεριανὸς δὲ τὸν κίνδυνον δείσας ταῖς ναυσὶ κόλπον περιιὼν τὸν Ἰόνιον ἔπλει τοῦ Ἀγκῶνος εὐθύ. ταύτῃ γὰρ ἐν Πικηνοῖς τε γενήσεσθαι ξὺν τῷ ἀσφαλεῖ ᾤετο καὶ τῷ Ἰωάννῃ ξυμμῖξαι. ἀλλὰ Τουτίλας διαλῦσαι τὴν προσεδρείαν οὐδ’ ὣς ἤθελεν, ἀλλ’ αὐτὸς μὲν ἐνταῦθα καθῆστο, δισχιλίους δὲ ἱππεῖς τοῦ στρατοπέδου ἀπολεξάμενος ἐς Πικηνοὺς στέλλει, ἐφ’ ᾧ τοῖς ἐνταῦθα βαρβάροις ξυμμίξαντες τοὺς ἀμφί τε Ἰωάννην καὶ Βαλεριανὸν ἀποκρούσονται.