Ancient Greek · ~6 min
30.19 to 30.25
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 30.19-25
Not analysed yet
Οἱ δὲ πολιορκούμενοι ἐν τῷ ἐπὶ Ῥουσκιανῆς φρουρίῳ, ἐπεὶ σφᾶς τά τε ἀναγκαῖα ἤδη παντάπασιν ἐπελελοίπει καὶ οὐδεμίαν ἔτι ἀπὸ Ῥωμαίων ἐπικουρίας ἐλπίδα εἶχον, Γουδίλαν τε τὸν δορυφόρον καὶ Δεοφέροντα τὸν Ἰταλιώτην παρὰ Τουτίλαν πέμψαντες ἐπρεσβεύοντο ἀμφὶ τῇ σωτηρίᾳ, δεόμενοι σφίσιν αὐτοῖς τῶν πεπραγμένων ξυγγνώμονα εἶναι. ὁ δὲ Τουτίλας ἐς ἄλλον οὐδένα ὅτι μὴ ἐς τὸν Χαλαζὰρ ἐπιτελέσειν τὴν κόλασιν ἐπηγγέλλετο ἅτε τὰ πρόσθεν ξυγκείμενα ἠλογηκότα, τοῖς δὲ ἄλλοις τὸ ἔγκλημα ἐπιχωρεῖν πᾶσιν. οὕτω τοίνυν αὐτὸς τὸ φρούριον ἐδέξατο. καὶ τὸν μὲν Χαλαζὰρ ἄμφω τε τὼ χεῖρε ἀποτεμὼν καὶ τὰ αἰδοῖα εὐθὺς ἔκτεινε, τῶν δὲ στρατιωτῶν τοὺς μὲν βουλομένους μένειν ἐκέλευε τὰ σφέτερα αὐτῶν ἔχοντας, ἐφ’ ᾧ τὸ λοιπὸν ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ Γότθοις ξυντάξονται· ὅπερ κἀν τοῖς ἄλλοις ὀχυρώμασι τοῖς ἁλισκομένοις πράσσειν εἰώθει· οἷς δὲ τὸ μένειν ἐν ἡδονῇ ὡς ἥκιστα ἦν, τούτους δὴ γυμνοὺς ὅπη βούλοιντο ἐκέλευεν ἀπαλλάσσεσθαι, τοῦ μή τινά οἱ τῶν ἁπάντων ἀνθρώπων ἀκούσιον ξυστρατεύεσθαι. ὀγδοήκοντα μὲν οὖν τοῦ Ῥωμαίων στρατοῦ τῶν χρημάτων ἀπολελειμμένων ἐς τὸν Κρότωνα ἦλθον, οἱ δὲ ἄλλοι ξὺν τοῖς χρήμασιν αὐτοῦ ἔμειναν. τῶν μέντοι Ἰταλῶν τὰ μὲν χρήματα πάντα ἀφείλετο, τὰ δέ γε σώματα κακῶν παντάπασιν ἀπαθῆ εἴασεν. Ἀντωνίνα δὲ ἡ τοῦ Βελισαρίου γυνὴ τῆς βασιλίδος ἀπογενομένης ἐς Βυζάντιον ἀφικομένη ἐδέετο βασιλέως μετάπεμπτόν οἱ τὸν ἄνδρα ἐνταῦθα ἐλθεῖν. ῥᾷστά τε διεπράξατο τοῦτο. ἤδη γὰρ καὶ ὁ Μηδικὸς πόλεμος ἐπικείμενος ἰσχυρότατα βασιλέα Ἰουστινιανὸν ἐς τοῦτο ἐνῆγεν.