Ancient Greek · ~7 min
30.18 to 30.26
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 30.18-26
Not analysed yet
καὶ τοῦ μὲν περιβόλου ἀνοικοδομήσασθαι ὅσα καταπεπτώκει ἐν σπουδῇ ἐποιεῖτο· ἐπεὶ δὲ οὔτε τίτανον ἐν τῷ παραυτίκα οὔτε τι ἄλλο τῶν ἐς τὴν οἰκοδομίαν ἐπιτηδείων ἐν παρασκευῇ εἶχεν, ἐπενόει τάδε. θυλάκους λινοῦς, οἷς δὴ Πέρσαι τὰ ἐπιτήδεια σφίσιν ἐσεκομίσαντο ἐς γῆν τὴν Κολχίδα, ψάμμου ἐμπλησάμενος ἐς τῶν λίθων τὴν χώραν ἐτίθετο, οἳ δὴ ἐνταῦθα βαλλόμενοι ἀντὶ τοῦ τοίχου ἐγίνοντο. καὶ τρισχιλίους μὲν τῶν μαχίμων ἀπολεξάμενος αὐτοῦ εἴασεν, οἷσπερ τὰ ἐδώδιμα οὐκ ἐς χρόνου κατέθετο μῆκος, ἐπιστείλας τοῦ περιβόλου τῆς οἰκοδομίας ἐπιμελεῖσθαι· αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ ὀπίσω ἀπήλαυνεν. Ἐπεί τέ οἱ ὁδῷ τῇ αὐτῇ ἐνθένδε ἰόντι οὐδεὶς τῶν ἀναγκαίων ἐγίνετο πόρος, ἅπαντα ἐν Πέτρᾳ λιπόντι ἅπερ ἐπιφερόμενος ἐξ Ἰβηρίας ὁ στρατὸς ἔτυχεν, ἄλλην τινὰ πορείαν ἰέναι διὰ τῶν ταύτῃ ὀρῶν διενοεῖτο, ἵνα δὴ ἀνθρώπους οἰκεῖν ἔμαθεν, ὅπως ληιζόμενοι ἀποζῆν δύνωνται. ἐν ταύτῃ τῇ πορείᾳ τῶν τις ἐν Λαζοῖς λογίμων, Φούβελις ὄνομα, Πέρσας αὐλιζομένους ἐνήδρευσε, Δαγισθαῖον ἅμα Ῥωμαίων δισχιλίοις ἐπαγόμενος, οἳ δὴ τῶν Περσῶν ἐξ ἐπιδρομῆς ἵππους νέμοντάς τινας ἔκτειναν, ἵππους τε ληισάμενοι δι’ ὀλίγου τὴν ἀναχώρησιν ἐποιήσαντο. οὕτω μὲν ὁ Μερμερόης τῷ Μήδων στρατῷ ἐνθένδε ᾔει. Ὁ δὲ Γουβάζης, μαθὼν ὅσα δὴ Ῥωμαίοις ἔν τε τῇ Πέτρᾳ καὶ τῷ στενωπῷ ξυνηνέχθη γενέσθαι, οὐδ’ ὣς ἔδεισεν, οὐδὲ τὴν ἐν τῷ κατ’ αὐτὸν στενωπῷ φυλακὴν εἴασεν, ἐνταῦθα σφίσι τὴν κεφαλὴν τῆς ἐλπίδος οἰόμενος εἶναι. ἐξηπίστατο γὰρ ὡς, ἢν καὶ Ῥωμαίους ἐκτὸς Φάσιδος ποταμοῦ βιασάμενοι Πέρσαι τὸν στενωπὸν διαβῆναι καὶ ἐν Πέτρᾳ γενέσθαι δεδύνηνται, οὐδὲν ἂν ἐνθένδε Λαζῶν τῇ χώρᾳ προστρίψαιντο βλάβος, Φᾶσιν διαβῆναι οὐδεμιᾷ μηχανῇ ἔχοντες, ἄλλως τε καὶ νηῶν οὐ παρουσῶν σφίσιν. ὁ γὰρ ποταμὸς οὗτος βάθους μὲν εἴπερ τις ἄλλος ἱκανώτατα ἔχει, εὔρους δὲ ἐπὶ πλεῖστον διήκει. τῆς μέντοι ῥύμης αὐτῷ τοσοῦτον περίεστιν ὥστε δὴ ἐς τὴν θάλασσαν ἐκβαλὼν ἐπὶ μακρότατον κατὰ μόνας χωρεῖ, οὐδαμῆ ταύτῃ ἐπιμιγνύμενος. ὕδωρ ἀμέλει πότιμον τοῖς ἐκείνῃ ναυτιλλομένοις ὑδρεύεσθαι πάρεστιν ἐν μέσῳ πελάγει.