Ancient Greek · ~7 min
30.8 to 30.17
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 30.8-17
Not analysed yet
Οἱ δ’ ἀμφὶ Μερμερόην ἐπειδὴ ἀφίκοντο ἐς τὸν στενωπόν, ἐνταῦθα σφίσι τὸ Ῥωμαίων φυλακτήριον ὑπηντίαζον ἐς ἑκατὸν ὄντες, καρτερῶς τε ἠμύνοντο, καὶ τοὺς τῆς εἰσόδου ἀποπειρωμένους ἀνέστελλον. Πέρσαι δὲ οὐδαμοῦ ὑπεχώρουν, ἀλλὰ τοὺς κτεινομένους ἀεὶ ἕτεροι ἐκδεχόμενοι πρόσω ἐχώρουν, παντὶ σθένει τὴν εἴσοδον βιαζόμενοι. θνήσκουσι μὲν Πέρσαι πλέον ἢ χίλιοι, κτείνοντες δὲ Ῥωμαῖοι ἀπεῖπον, τοῦ τε ὁμίλου σφᾶς βιαζομένου ὑπεχώρησάν τε καὶ ἐς τῶν ἐκείνῃ ὀρῶν τὰς ὑπερβολὰς ἀναδραμόντες ἐσώθησαν. ταῦτα Δαγισθαῖος μαθὼν αὐτίκα τὴν προσεδρείαν διέλυσεν, οὐδὲν τῷ στρατῷ ἐπιστείλας, ἐπὶ Φᾶσίν τε ποταμὸν ἤλαυνε· καὶ οἱ Ῥωμαῖοι ξύμπαντες εἵποντο, τὰ σφέτερα αὐτῶν ἐν τῷ στρατοπέδῳ ἀπολιπόντες. Πέρσαι δὲ τὰ ποιούμενα κατιδόντες τάς τε πύλας ἀνέῳγον καὶ ἐπεξελθόντες ἀμφὶ τὰς καλύβας τῶν πολεμίων ἦλθον, ὡς τὸ στρατόπεδον ἐξαιρήσοντες. Τζάνοι δὲ ʽοὐ γὰρ Δαγισθαίῳ ἐπισπόμενοι ἔτυχον’ ἐβοήθουν ἐνταῦθα δρόμῳ, τρεψάμενοί τε πόνῳ οὐδενὶ τοὺς πολεμίους πολλοὺς ἔκτειναν. Πέρσαι μὲν οὖν φεύγοντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο, Τζάνοι δὲ ληισάμενοι τὸ Ῥωμαίων στρατόπεδον εὐθὺ τοῦ Ῥιζαίου ἐχώρησαν. ἔνθεν δὲ ἐς Ἀθήνας ἐλθόντες διὰ Τραπεζουντίων ἐπ’ οἴκου ἀπεκομίσθησαν. Μερμερόης δὲ καὶ ὁ Μήσων στρατὸς ἐνταῦθα ἦλθον ἡμέρᾳ μετὰ τὴν Δαγισθαίου ὑπαγωγὴν ἐνάτῃ· οὗ δὴ ἀπολελειμμένους ἐκ τοῦ Περσῶν φυλακτηρίου τραυματίας μὲν καὶ ἀπομάχους γεγενημένους πεντήκοντα καὶ τριακοσίους εὗρον, ἀκραιφνεῖς δὲ πεντήκοντα καὶ ἑκατὸν μόνους· οἱ γὰρ ἄλλοι ἅπαντες ἐτεθνήκεσαν. ὧνπερ τὰ σώματα οἱ περιόντες τοῦ περιβόλου ἐκτὸς οὐδαμῆ ἔρριψαν, ἀλλὰ τῷ τῆς ὀσμῆς δυσώδει ἀποπνιγόμενοι παρὰ δόξαν ἀντεῖχον, ὡς μή τινα ἐς τὸ πολιορκεῖν προθυμίαν τοῖς πολεμίοις, ἅτε τῶν πλείστων ἀπολωλότων σφίσι, παρέχωνται. ὅ τε Μερμερόης ἐπιτωθάζων δακρύων τε καὶ θρήνων ἀξίαν Ῥωμαίων τὴν πολιτείαν ἔφασκεν εἶναι, οἷς γε δὴ ἐς τοῦτο ἀσθενείας περιεστήκει τὰ πράγματα, ὡς πεντήκοντά τε καὶ ἑκατὸν ἀτειχίστους Πέρσας μηδεμιᾷ μηχανῇ ἐξελεῖν δεδυνῆσθαι.