Ancient Greek · ~7 min
30.42 to 30.52
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 30.42-52
Not analysed yet
ἐπὶ μακρότατόν πη ὁδῷ ἰέναι. Ῥωμαῖοι δὲ αὐτοῖς καὶ Λαζοὶ ὄρθρου βαθέος ἀπροσδόκητοι ἐπιπεσόντες τοὺς μὲν ἔτι ὕπνον αἱρουμένους εὗρον, τοὺς δὲ ἄρτι ἐξ ὕπνου ἐγηγερμένους καὶ γυμνοὺς ἐπὶ τῶν στρωμάτων κειμένους. διὸ δὴ αὐτῶν οὐδενὶ ἐς ἀλκὴν ἰδεῖν ξυνηνέχθη, ἀλλ’ οἱ μὲν πλεῖστοι καταλαμβανόμενοι ἔθνησκον, τινὰς δὲ καὶ ἐζώγρησαν οἱ πολέμιοι, ἐν τοῖς καὶ τῶν ἀρχόντων ἕνα τετύχηκεν εἶναι, ὀλίγοι δέ τινες ἐν σκότῳ διαφεύγοντες ἐσώθησαν. τό τε στρατόπεδον Ῥωμαῖοι καὶ Λαζοὶ αἱροῦσι καὶ τὰ σημεῖα πάντα, ὅπλα τε πολλὰ καὶ χρήματα μεγάλα ἐληίσαντο, καὶ ἵππων τε καὶ ἡμιόνων μέγα τι χρῆμα. ἐπὶ μακρότατον δὲ τὴν δίωξιν ποιησάμενοι καὶ Ἰβηρίας πόρρω ἀφίκοντο. ἔνθα δὴ καὶ ἄλλοις τισὶ Περσῶν ἐντυχόντες πολλοὺς ἔκτειναν. οὕτω μὲν ἐκ Λαζικῆς Πέρσαι ἀπήλλαξαν, Ῥωμαῖοι δὲ καὶ Λαζοὶ τά τε ἄλλα ἐπιτήδεια καὶ ἄλευρα παμπληθῆ ἐνταῦθα εὑρόντες ἅπαντα ἔκαυσαν ἅπερ ἐξ Ἰβηρίας οἱ βάρβαροι ἐπηγάγοντο ἐφ’ ᾧ ἐς Πέτραν ἐσκομίσονται. Λαζῶν τε πολλοὺς ἐλίποντο ἐν τῷ στενωπῷ, ὡς μηκέτι Πέρσαις ἐς Πέτραν τὰ ἐπιτήδεια ἐσκομίζεσθαι δυνατὰ εἴη, ξύν τε τῇ ἄλλῃ λείᾳ καὶ τοῖς αἰχμαλώτοις ἀνέστρεφον. καὶ τέταρτον ἔτος ἐτελεύτα Ῥωμαίοις τῆς ἐς Πέρσας ἐκεχειρίας, τρίτον καὶ εἰκοστὸν ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος. Ἰωάννης δὲ ὁ Καππαδόκης ἐνιαυτῷ πρότερον βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἦλθε. τηνικάδε γὰρ Θεοδώρᾳ τῇ βασιλίδι ἐπεγένετο ἡ τέλειος ἡμέρα τοῦ βίου. τῶν μέντοι πρόσθεν ἀξιωμάτων ἀνασώσασθαι οὐδ’ ὁτιοῦν ἔσχεν, ἀλλ’ ἐπὶ τῆς ἀκουσίου τιμῆς ἱερεὺς ἔμεινε· καίτοι φάντασμα τῷ ἀνθρώπῳ ἐγεγόνει πολλάκις ὡς εἰς βασιλείαν ἀφίξεται. φιλεῖ γὰρ τὸ δαιμόνιον, ὅπερ ἐς τοὺς ἀνθρώπους ὡραΐζεσθαι πέφυκεν, ἀπὸ μειζόνων τε καὶ ὑψηλοτέρων ἐλπίδων κρεμᾶν οἷς δὴ οὐκ ἐπὶ στερρᾶς φύσεως τὴν διάνοιαν ἑστάναι ξυμβαίνει. καὶ τούτῳ γοῦν τῷ Ἰωάννῃ ἄλλας τε πολλὰς τερατολόγοι φαντάσεις ἐς ἀεὶ προὔλεγον καὶ ὡς χρῆν αὐτὸν τὸ τοῦ Αὐγούστου ἀμπίσχεσθαι σχῆμα.