Ancient Greek · ~2 min
30.53 to 30.54
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 30.53-54
Not analysed yet
ἦν δέ τις ἱερεὺς ἐν Βυζαντίῳ, Αὔγουστος ὄνομα, ὃς δὴ τῶν κειμηλίων τοῦ τῆς Σοφίας ἱεροῦ φυλακὴν εἶχεν. ἡνίκα τοίνυν Ἰωάννης ἀποθριξάμενος τῆς ἱερωσύνης ἠξίωτο βίᾳ, οὐ γὰρ ἦν αὐτῷ ἐσθὴς ἱερεῖ πρέπουσα, τούτου δὴ τοῦ Αὐγούστου, ἐγγύς πη ὄντος, τόν τε φαινόλην καὶ τὸν χιτῶνα ἐνδιδύσκεσθαι πρὸς τῶν τῷ ἔργῳ ἐφεστώτων ἠνάγκαστο, ἐς τοῦτό τε αὐτῷ ἀπεκρίθη, οἶμαι, ἡ πρόρρησις.