Ancient Greek · ~7 min
32.18 to 32.27
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 32.18-27
Not analysed yet
καὶ οὐδὲ τοῦ θείου τὴν οὐσίαν αὐτὸν εἰσιέναι ξυνέβη, ἧς δὴ κληρονόμος τά γε ὅσα βεβουλῆσθαι Βοραΐδην αὐτὸς γεγονώς, εἶτα οὐ δέον ἐκ τοῦ ἐπὶ πλεῖστον ἀφῄρηται. καίτοι πολλῷ ἔτι μᾶλλον αὐτοὺς περιοφθήσεσθαι εἰκὸς αὐτίκα δὴ μάλα, ἐπειδὰν τάχιστα Βελισάριος ἐξ Ἰταλίας ἀφίκηται. ἠγγέλλετο γὰρ ὢν ἐν Ἰλλυριοῖς ἤδη που μέσοις. τοσαῦτα ὑπειπὼν Ἀρσάκης ἐς τὴν ἐς βασιλέα ἐπιβουλὴν τὸν νεανίαν ὥρμα, τά τέ οἱ αὐτῷ καὶ Ἀρταβάνῃ ξυγκείμενα καὶ τῷ Χαναράγγῃ ἀμφὶ τὸ ἔργον τοῦτο ἀποκαλύψας. ταῦτα Ἰουστῖνος ἀκούσας ξυνεταράχθη τε καὶ ἰλιγγιάσας ἄντικρυς τῷ Ἀρσάκῃ ἀπεῖπε μήτ’ ἄν οἱ αὐτῷ μήτε Γερμανῷ τῷ πατρὶ ταῦτά ποτε ποιητέα εἶναι. Καὶ ὁ μὲν Ἀρσάκης τὰ ξυμπεσόντα τῷ Ἀρταβάνῃ ἀπήγγειλεν, ὁ δὲ Ἰουστῖνος ἐς τὸν πατέρα τὸν πάντα λόγον ἀνήνεγκε. καὶ ὃς Μαρκέλλῳ κοινολογησάμενος, ὃς τῶν ἐν Παλατίῳ φυλάκων ἦρχεν, ἀμφὶ τὸ πρᾶγμα ξυμβουλὴν ἐποιεῖτο, εἴπερ σφίσι ταῦτα ἐς βασιλέα ἐξενεγκεῖν ξύμφορον εἴη. ἦν δὲ οὗτος ὁ Μάρκελλος ἐμβριθέστατός τε τὸ ἦθος καὶ τῇ σιωπῇ τὰ πολλὰ νέμων, οὔτε χρημάτων τι ἕνεκα πράσσων οὔτε λόγων ἢ πράξεων γελωτοποιῶν ἀνεχόμενος οὔτε ἄλλως ἀνειμένῃ διαίτῃ χαίρων, ἀλλὰ βίον σκληρόν τέ τινα καὶ ἡδονῆς ἀλλότριον ἐς ἀεὶ ἔχων, τοῦ μέντοι δικαίου ἐπιμελητὴς ἀκριβὴς καὶ τοῦ ἀληθοῦς διαπυρώτατος ἐραστής. ὃς δὴ τότε οὐκ εἴα τὸν λόγον ἐς βασιλέα φέρεσθαι. “Σὲ μὲν γὰρ τούτου” ἔφη “μηνυτὴν γενέσθαι ἀξύμφορον. ἢν γάρ τι λάθρα ἐρεῖν βασιλεῖ βούλοιο, ὑποτοπήσουσί τε εὐθὺς οἱ ἀμφὶ Ἀρταβάνην αὐτὸ μεμηνύσθαι, καὶ ἤν που Ἀρσάκης διαφυγὼν λαθεῖν δύνηται, ἀνεξέλεγκτον τὸ ἔγκλημα μενεῖ. ἐγὼ δέ τι μὴ λίαν ἀκριβολογησάμενος ἢ πιστεύειν αὐτὸς ἢ βασιλεῖ ἐσαγγέλλειν οὐδαμῆ εἴωθα. βούλομαι τοίνυν ἢ τῶν λόγων αὐτήκοος γενέσθαι ἢ τῶν μοι ἐπιτηδείων τινὰ ἐκ παρασκευῆς ὑμετέρας ἀκοῦσαι τοῦ ἀνθρώπου λέγοντός τι ὑπὲρ τούτων διαφανές.” Ταῦτα ὁ Γερμανὸς ἀκούσας Ἰουστῖνον τὸν παῖδα ἐκέλευε πράσσειν ὅπως ἡ Μαρκέλλου ἐπίταξις ἐπιτελὴς εἴη.