Ancient Greek · ~7 min
32.28 to 32.38
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 32.28-38
Not analysed yet
ὁ δὲ Ἀρσάκῃ μέν τι ὑπὲρ τούτου εἰπεῖν οὐκέτι εἶχεν, ἐπεὶ ἄντικρυς αὐτῷ, ὥσπερ μοι ἐρρήθη, ἀπειπὼν ἔτυχε. τοῦ δὲ Χαναράγγου ἀνεπυνθάνετο εἰ Ἀρταβάνου γνώμῃ ἔναγχος Ἀρσάκης παρ’ αὐτὸν ἥκοι. “Ἐγὼ μὲν γὰρ οὐκ ἄν ποτε” ἔφη “τῶν τι ἀπορρήτων ἐθάρσησα ἐπ’ ἐκείνῳ τοιῷδε ὄντι καταλιπεῖν. ἀλλ’ εἴ μοι βούλοιό τι αὐτὸς τῶν προὔργου εἰπεῖν, ἐπὶ κοινῆς βουλευσάμενοι τάχα ἄν τι καὶ ἀγαθὸν πράξαιμεν.” ὑπὲρ τούτων ὁ Χαναράγγης τῷ Ἀρταβάνῃ κοινολογησάμενος ἅπαντα ἐς τὸν Ἰουστῖνον ἐξήνεγκεν, ὅσα δὴ πρότερον Ἀρσάκης αὐτῷ εἰπὼν ἔτυχεν. Ἐπεὶ δὲ Ἰουστῖνος αὐτός τε ἅπαντα ἐπιτελέσειν καὶ τὸν πατέρα ὡμολόγει ὁμογνωμονοῦντα παρέξεσθαι, ἐδόκει τῷ Γερμανῷ τὸν Χαναράγγην ἐς λόγους ξυμμῖξαι, τακτή τε ἡμέρα τῷ διαλόγῳ ξυνέκειτο. ταῦτα ὁ Γερμανὸς Μαρκέλλῳ σημήνας ἠξίου τῶν τινά οἱ ἐπιτηδείων παρέχεσθαι σφίσιν, αὐτήκοον τῶν Χαναράγγου λόγων ἐσόμενον. ὁ δὲ Λεόντιον παρείχετο, τὸν Ἀθανασίου γαμβρόν, ἄνδρα λόγου τε τοῦ δικαίου μεταποιούμενον καὶ ἀληθίζεσθαι ἐξεπιστάμενον μάλιστα. ὃν δὴ ὁ Γερμανὸς ἐς τὴν οἰκίαν ἐσαγαγὼν ἐν δωματίῳ ἐκάθισεν, ἵνα δὴ ἀπεκρέματό τις παχεῖα σινδὼν παραπέτασμα τῆς στιβάδος οὖσα, ἐφ’ ἧς ἑστιᾶσθαι εἰώθει. ταύτης τε τῆς σινδόνος τὸν μὲν Λεόντιον ἐντὸς ἔκρυψεν, αὐτὸς δὲ ξὺν Ἰουστίνῳ τῷ παιδὶ ἐκτὸς ἔμενεν. ἐνταῦθα τοῦ Χαναράγγου ἀφικομένου ἤκουσε σαφῶς ὁ Λέοντιος ἅπαντα λέγοντος, ἅπερ αὐτῷ τε καὶ Ἀρταβάνῃ καὶ τῷ Ἀρσάκῃ ἐν βουλῇ ἐγεγόνει. ἐν τοῖς καὶ τόδε ἐς τὸν λόγον ἦλθεν, ὡς, ἢν βασιλέα κτείνωσι Βελισαρίου ἔτι ἐς Βυζάντιον ὁδῷ ἰόντος, οὐδὲν ἂν τῶν βεβουλευμένων προχωρήσειε σφίσιν· εἴπερ αὐτοῖς μὲν βασιλέα Γερμανὸν καταστήσεσθαι βουλομένοις εἴη, Βελισάριον δὲ πλῆθος στρατιᾶς ἀθροίσειν εἰκὸς ἐκ τῶν ἐπὶ Θρᾴκης χωρίων, οὕτω τε σφίσιν ἐπιόντα τὸν ἄνθρωπον οὐδεμιᾷ μηχανῇ ἀπωθεῖσθαι ἱκανοὶ ἔσονται.