Ancient Greek · ~6 min
4.1 to 4.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.1-9
Not analysed yet
Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον ἀλογήσας τὰ ὀμωμοσμένα τίσασθαι Οὔννους τῆς ἐς αὐτὸν ὕβρεως ἤθελε. πάντας οὖν αὐτίκα ἐκ πάσης γῆς Πέρσας τε καὶ ξυμμάχους ἀγείρας ἐπὶ τοὺς Ἐφθαλίτας ἦγε, τῶν παίδων ἕνα μὲν Καβάδην ὄνομα μόνον ἀπολιπὼν ʽτηνικαῦτα γὰρ ἡβηκὼς ἔτυχἐ, τοὺς δὲ λοιποὺς ἅπαντας ἐπαγόμενος τριάκοντα μάλιστα. Ἐφθαλῖται δὲ αὐτοῦ τὴν ἔφοδον γνόντες ἀχθόμενοί τε οἶς δὴ πρὸς τῶν πολεμίων ἠπάτηντο τὸν βασιλέα ἐκάκιζον, ἅτε προέμενον Μήδοις τὰ πράγματα. καὶ ὃς αὐτῶν ξὺν γέλωτι ἐπυνθάνετο τί ποτε ἄρα σφῶν προέμενος εἴη, πότερον τὴν γῆν ἢ τὰ ὅπλα ἢ ἄλλο τι τῶν πάντων χρημάτων. οἱ δὲ ὑπολαβόντες οὐκ ἄλλο οὐδὲν πλήν γε δὴ ὅτι τὸν καιρὸν ἔφασαν, οὗ τἄλλα πάντα ἠρτῆσθαι ξυμβαίνει. οἱ μὲν οὖν τοῖς ἐπιοῦσιν ὑπαντιάζειν πάσῃ προθυμίᾳ ἠξίουν, ὁ δὲ αὐτοὺς μὲν ἔν γε τῷ παρόντι ἐκώλυεν. οὐ γάρ πω σαφές τι ἀμφὶ τῇ ἐφόδῳ ἰσχυρίζετο γεγονέναι σφίσιν, ἐπεὶ οἱ Πέρσαι ἔτι ἐν γῇ τῇ οἰκείᾳ τυγχάνουσιν ὄντες· μένων δὲ αὐτοῦ ἐποίει τάδε. ἐν τῷ πεδίῳ ᾗ ἔμελλον Πέρσαι ἐς τὰ Ἐφθαλιτῶν ἤθη ἐσβάλλειν χώραν πολλήν τινα ἐπὶ πλεῖστον ἀποτεμών, τάφρον εἰργάσατο βαθεῖάν τε καὶ εὔρους ἱκανῶς ἔχουσαν, ὀλίγον τινὰ ἐν μέσῳ ἀκραιφνῆ χῶρον ἀπολιπὼν ὅσον ἵππων ὁδῷ ἐπαρκεῖν δέκα. καλάμους τε τῇ τάφρῳ ὕπερθεν ἐπιθεὶς καὶ γῆν ἐπὶ τοὺς καλάμους συναμησάμενος, ταύτῃ ἐπιπολῆς ἔκρυψεν, Οὔννων τε τῷ ὁμίλῳ ἐπέστελλεν, ἐπειδὰν ἐνθένδε ὀπίσω ἀπελαύνειν μέλλωσι, διὰ χώρου τοῦ χέρσου ἐς ὀλίγους σφᾶς ξυναγαγόντας σχολαιτέρους ἰέναι, φυλασσομένους ὅπως μὴ ἐς τὰ ἐσκαμμένα ἐμπίπτοιεν· τοὺς δὲ ἅλας ἄκρου σημείου τοῦ βασιλείου ἀπεκρέμασεν ἐς οὓς τὸν ὅρκον Περόζης ὤμοσε πρότερον, ὃν δὴ ἀλογήσας εἶτα ἐπὶ Οὔννους ἐστράτευσεν.