Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 4
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.10
Not analysed yet
ἕως μὲν οὖν ἐν γῇ τῇ σφετέρᾳ τοὺς πολεμίους ἤκουεν εἶναι, ἡσυχῇ ἔμενεν, ἐπεὶ δὲ αὐτοὺς ἐς Γοργὼ πόλιν ἔμαθεν ἀφικέσθαι πρὸς· τῶν κατασκόπων, ἥπερ ἐν τοῖς ἐσχάτοις Περσῶν ὁρίοις τυγχάνει οὖσα, ἐνθένδε τε ἀπαλλαγέντας ὁδῷ ἐπὶ σφᾶς ἤδη ἰέναι, αὐτὸς μὲν τῷ πλείονι τοῦ στρατοῦ τῆς τάφρου ἐντὸς ἔμεινεν, ὀλίγους δὲ πέμψας ὀφθῆναι μὲν τοῖς ἐναντίοις ἐν τῷ πεδίῳ ἐκέλευε μακρὰν ἄποθεν, ὀφθέντας δὲ μόνον εἶτα ἀνὰ κράτος φεύγειν ὀπίσω, ἐν μνήμῃ τὰς αὐτοῦ ἐντολὰς ἀμφὶ τῇ κατώρυχι ἔχοντας, ἡνίκα δὴ αὐτῆς ἄγχιστα ἵκοιντο.