Ancient Greek · ~7 min
4.1 to 4.8
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.1-5-8
Not analysed yet
Ἐν ᾧ δὲ ταῦτα ἐγίνετο τῇδε, ἐν τούτῳ Θευδάτον Τοῦσκοι πολλοὶ Ἀμαλασούνθῃ διέβαλον βιάσασθαι ἅπαντας τοὺς ταύτῃ ἀνθρώπους καὶ τοὺς ἀγροὺς ἀφελέσθαι οὐδενὶ λόγῳ, τούς τε ἄλλους ἅπαντας καὶ οὐχ ἥκιστά γε τὴν βασίλειον οἰκίαν αὐτήν, ἣν δὴ πατριμώνιον Ῥωμαῖοι καλεῖν νενομίκασι. διὸ δὴ ἐς τὰς εὐθύνας καλέσασα Θευδάτον ἡ γυνὴ διαρρήδην τε πρὸς τῶν διαβαλόντων ἐληλεγμένον ἀποτιννύναι πάντα ἠνάγκασεν ἅπερ οὐ δέον ἀφείλετο, οὕτω τε αὐτὸν ἀπεπέμψατο. καὶ ἀπ’ αὐτοῦ ἐς ἄγαν τῷ ἀνθρώπῳ προσκεκρουκυῖα διάφορος τὸ λοιπὸν ἐγεγόνει ἀνιωμένῳ ὑπὸ φιλοχρηματίας ὡς μάλιστα, ὅτι διαμαρτάνειν τε καὶ βιάζεσθαι ἀδύνατος ἦν. Ὑπὸ τὸν χρόνον τοῦτον Ἀταλάριχος μὲν τῇ νόσῳ καταμαρανθεὶς ἐτελεύτησεν, ὀκτὼ τῇ ἀρχῇ ἐπιβιοὺς ἔτη. Ἀμαλασοῦνθα δὲ ʽχρῆν γάρ οἱ γενέσθαι κακῶσ̓ ἐν οὐδενὶ λόγῳ φύσιν τὴν Θευδάτου ποιησαμένη καὶ ὅσα αὐτὸν ἔναγχος δράσειεν, οὐδὲν πείσεσθαι ἄχαρι πρὸς αὐτοῦ ὑπετόπησεν, ἤν τι τὸν ἄνθρωπον ἀγαθὸν ἐργάσηται μεῖζον. μεταπεμψαμένη τοίνυν αὐτόν, ἐπειδὴ ἧκε, τιθασσεύουσα ἔφασκε χρόνου ἐξεπίστασθαι ὥς οἱ ὁ παῖς ἐπίδοξος εἴη ὅτι δὴ ὀλίγῳ ὕστερον τελευτήσειε· τῶν τε γὰρ ἰατρῶν πάντων ταὐτὰ γινωσκόντων ἀκηκοέναι καὶ αὐτὴ τοῦ Ἀταλαρίχου σώματος ἀεὶ μαραινομένου ᾐσθῆσθαι. ἐπεί τε ἀμφὶ αὐτῷ Θευδάτῳ ἑώρα Γότθους τε καὶ Ἰταλιώτας δόξαν οὐκ ἀγαθήν τινα ἔχοντας, ἐς ὃν περιεστήκει τὸ Θευδερίχου γένος, τούτου δὴ αὐτὸν διακαθᾶραι τοῦ αἰσχροῦ ὀνόματος ἐν σπουδῇ οἱ γενέσθαι, ὅπως μή τι αὐτῷ καλουμένῳ ἐς τὴν βασιλείαν ἐμπόδιον εἴη. ἅμα δὲ καὶ τὸ δίκαιον αὐτὴν ξυνταράξαι, εἴ γε περισταίη τοῖς ἠδικῆσθαι πρὸς αὐτοῦ ἤδη αἰτιωμένοις οὐκ ἔχειν μὲν ὅτῳ τὰ ξυμπεσόντα σφίσιν ἀγγείλωσι, δεσπότην δὲ τὸν δυσμενῆ ἔχειν. διὰ ταῦτα μὲν αὐτόν, οὕτω καθαρὸν γεγενημένον, ἐς τὴν βασιλείαν παρακαλεῖν· δεῖν δὲ αὐτὸν ὅρκοις δεινοτάτοις καταληφθῆναι ὡς ἐς Θευδάτον μὲν τὸ τῆς ἀρχῆς ὄνομα ἄγοιτο, αὐτὴ δὲ τῷ ἔργῳ τὸ κράτος οὐκ ἔλασσον ἢ πρότερον ἔχοι.