Ancient Greek · ~4 min
3.26 to 3.30
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 3.26-2-30
Not analysed yet
τί δὲ ἀνθρώπῳ ἥδιον ἂν ἐχθρῶν ἐπικρατήσεως, ὦ βασιλεῦ, γένοιτο; καὶ μὴν ἐλασσοῦσθαι οὐκ ἐν μετρίοις ἡμῖν ξυμβαίνει, οἵ γε οὐχὶ κατὰ τὸν τοῦ πολέμου νόμον τὸ τῶν λαφύρων νεμόμεθα μέρος. νῦν δὲ καὶ τὸ Σικελίας Λιλύβαιον, ἄνωθεν Γότθοις προσῆκον, ἀξιοῖς ἀφαιρεῖσθαι ἡμᾶς, πέτραν, ὦ βασιλεῦ, μίαν ὅσον οὐδὲ ἀργυρίου ἀξίαν, ἣν ἀνθυπουργεῖν σε Ἀταλαρίχῳ εἰκός γε ἦν, ἐν τοῖς ἀναγκαιοτάτοις ξυναραμένῳ, εἴπερ ἄνωθεν τῆς σῆς βασιλείας οὖσα ἐτύγχανε.” ταῦτα μὲν ἐκ τοῦ ἐμφανοῦς Ἀμαλασοῦνθα βασιλεῖ ἔγραψε· λάθρα δὲ αὐτῷ ξύμπασαν Ἰταλίαν ἐγχειριεῖν ὡμολόγησεν. οἱ δὲ πρέσβεις ἐς Βυζάντιον ἐπανήκοντες ἅπαντα Ἰουστινιανῷ βασιλεῖ ἤγγειλαν· Ἀλέξανδρος μὲν ἅπερ τῇ Ἀμαλασούνθῃ δοκοῦντα εἴη, Δημήτριος δὲ καὶ Ὑπάτιος ὅσα Θευδάτου λέγοντος ἤκουσαν, καὶ ὡς δυνάμει μεγάλῃ ἐν Τούσκοις ὁ Θευδάτος χρώμενος, χώρας τε ἐνταῦθα τῆς πολλῆς κύριος γεγονώς, πόνῳ ἂν οὐδενὶ τὰ ὡμολογημένα ἐπιτελεῖν οἷός τε εἴη. οἷς δὴ περιχαρὴς γεγονὼς βασιλεὺς Πέτρον, Ἰλλυριὸν γένος, ἐκ Θεσσαλονίκης ὁρμώμενον, ἐς τὴν Ἰταλίαν εὐθὺς ἔστελλεν, ἕνα μὲν ὄντα τῶν ἐν Βυζαντίῳ ῥητόρων, ἄλλως δὲ ξυνετόν τε καὶ πρᾷον καὶ ἐς τὸ πείθειν ἱκανῶς πεφυκότα.